De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

πολλαχοῦ μέντοι τῆς νομοθεσίας καὶ τοὺς ἡλικίᾳ προήκοντας νέους καὶ τοὺς μηδέπω γεγηρακότας ἔμπαλιν ὀνομάζει πρεσβυτέρους, οὐκ εἰς πολυετίαν ἀφορῶν ἢ βραχὺν καὶ μήκιστον χρόνον, ἀλλ’ εἰς ψυχῆς δυνάμεις κινουμένης εὖ τε καὶ χεῖρον·

τὸν γοῦν Ἰσμαὴλ εἰκοσαετίαν ἤδη που βεβιωκότα σχεδὸν κατὰ τὴν πρὸς τὸν ἐν ἀρεταῖς τέλειον Ἰσαὰκ σύγκρισιν ὀνομάζει παιδίον· „ἔλαβε„ γάρ φησιν „ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον“, ἡνίκα αὐτοὺς οἴκοθεν Ἀβραὰμ ἐξέπεμψε, καὶ πάλιν „ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης„, καὶ „οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου„ (Gen. 21, 14 — 16)· καίτοι πρὸ μὲν τῆς γενέσεως Ἰσαὰκ τρισκαίδεκα γεγονὼς ἐτῶν Ἰσμαὴλ περιτέτμηται (Gen. 17,25), περὶ δὲ τὴν ἑπταέτιν ἡλικίαν παυσαμένου τῆς ἐν γάλακτι [*](1 εἰ] ἡ G’ 1. 2 ὀξυωπεστάτων γένεσιν GF 4 ἀποβαλλόντων F 5 δοξάσαντες coni. Cobn 7 μέθην G2: μέθη G1FH 7. παραφόρῳ ν 9 έγρἠγορσι Η 10 τὰς θέας II μνήμαις] γνώμαις conicio om. F 13δἐ] ὸὴΠ 15παράνομον G1F ὀφείλοντα scripsi: ὀφειλόμενα codd. 19 ἐλεοῦνταvel αἰδούμενονκαὶ conicio τὸ μέλλον] μᾶλλον conicio μέλλειν L 20 προσήκοντας Η 21 πολυετίαν καὶ ὀλιγοετίανconicio 23 γοῦν] γὰρ Η ἤδη που GF: δέ που Η, δήπου L 26 ἐπέθηκε Η, om. G ῾Αβραὰμ FH 27 ἐλάττης ὄφει ὄντα scripsi: ὀφειλόμενα codd.)

v.2.p.217
τροφῆς ἐκείνου τῷ τὴν ἐν παιδιαῖς ἰσότητα φέρεσθαι νόθος γνησίῳ [*](p. 194 M.) | φυγαδεύεται σὺν τῇ τεκούσῃ.

ἀλλ’ ὅμως παιδίον νεανίας ὢν ἤδη καλεῖται ὁ σοφιστὴς ἀντεξεταζόμενος σοφῷ· σοφίαν μὲν γὰρ Ἰσαάκ, σοφιστείαν δὲ Ἰσμαὴλ κεκλήρωται, ὡς, ἐπειδὰν ἑκάτερον χαρακτηρίζωμεν, ἐν τοῖς ἰδίᾳ λόγοις ἐπιδείκνυμεν. ὃν γὰρ ἔχει λόγον κομιδῇ νήπιον παιδίον πρὸς ἄνδρα τέλειον, τοῦτον καὶ σοφιστὴς πρὸς σοφὸν καὶ τὰ ἐγκύκλια τῶν μαθημάτων πρὸς τὰς ἐν ἀρεταῖς ἐπιστήμας.

καὶ ἐν ᾠδῇ μέντοι μείζονι τὸν λεὼν ἅπαντα, ὁπότε νεωτερίζοι, τὸ τῆς ἄφρονος καὶ νηπίας ὄνομα ἡλικίας, τέκνα, καλεῖ· „δίκαιος„ γάρ φησι „καὶ ὅσιος ὁ κύριος· ἥμαρτον οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὕτως λαὸς μωρὸς καὶ οὐχὶ σοφός;„ (Deut. 32, 4 — 6).

οὐκοῦν τέκνα ἐναργῶς ὠνόμακε τοὺς μώμους ἔχοντας ἄνδρας ἐν ψυχῇ καὶ μωρίᾳ καὶ ἀνοίᾳ τὰ πολλὰ σφαλλομένους ἐν ταῖς κατὰ τὸν ὀρθὸν βίον πράξεσιν, οὐκ εἰς τὰς ἐν παισὶ σώματος ἡλικίας ἀπιδών, ἀλλ’ εἰς τὸ τῆς διανοίας ἀλόγιστον καὶ πρὸς ἀλήθειαν βρεφῶδες.

οὕτως μέντοι καὶ Ῥαχήλ, ἡ σώματος εὐμορφία, νεωτέρα Λείας, τοῦ κατὰ ψυχὴν κάλλους, ἀναγράφεται· ἡ μὲν γὰρ θνητή, τὸ δ’ ἐστὶν ἀθάνατον, καὶ ὅσα μέντοι τίμια πρὸς αἴσθησιν, ἑνὸς μόνου τοῦ κατὰ ψυχὴν κάλλους ἀτελέστερα. οἷς ἀκολουθεῖ καὶ τὸν Ἰωσὴφ νέον τε καὶ νεώτατον αἰεὶ λέγεσθαι· καὶ γάρ, ὅταν ἐπιστατῇ τῆς ποίμνης μετὰ τῶν νόθων ἀδελφῶν, νέος προσαγορεύεται (Gen. 37, 2), καὶ ὅταν εὔχηται ὁ πατὴρ αὐτῷ, φησίν· „υἱὸς ηὐξημένος νεώτατος πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22).

οὗτος δέ ἐστιν ὁ τῆς περὶ τὸ σῶμα ἁπάσης ὑπέρμαχος δυνάμεως καὶ ὁ τῆς τῶν ἐκτὸς ἀφθονίας ἀκολάκευτος ἑταῖρος, ὁ τῆς πρεσβυτέρας ψυχῆς πρεσβύτερον καὶ τιμιώτερον ἀγαθὸν μήπω τέλειον εὑρημένος. εἰ γὰρ εὕρητο, κἂν ὅλην Αἴγυπτον ἀμεταστρεπτὶ φεύγων ᾤχετο· νυνὶ δὲ ἐπὶ τῷ τρέφειν αὐτὴν καὶ τιθηνοκομεῖν μάλιστα [*](1 τῶ) H: om. GF, διὰ τὸ conicio παιδείαις F 3 σοφία G 4 ἐπειδὴ γὰρ ἑ̣κrἀτερον Η 5 ἐν H: ἢ GF τοῖς ἰδία λόγοις GF: τισι διαλόγοις Η ἐπιδείξομεν conicio 10 οὐκ om. G 11 ἀνταποδίδοται G οὕτως H; ψος F, ο5τω G 12 τέκνα Benzelius: τέ GF, om. H 13 ἀνοία Η: ἐν οἵα G, ἐwοία F, ἀγνοίᾳ coni. Mang. 14 βίον] λόγον conicio 15 ἀλόγιστον Η: XoYtCTOv G’, λογιστικὸν G^ εὐόλισθον F -16 ουατω Η 17 toj G-’: om. Θ.1ΕΗ ψυχὴν κάλλους GF: ψυχῆς κάλλος Η 18 ῴντοι τί τίμια H 19 κάλλους Mang. : καλῶν GF, καλοῦ H "20 νεώτερον F ἀεὶ G 22 αὐτοῦ coni. Mang. 24 ἀκολακεύτως G 25 (t6) τῆς conicio 26 τελείως conicio ευαροιτο, εὕρετο conicio κἀν Cohn: καὶ codd. 27 τρέφοντι H, τρέφθειν τε Turn.)

v.2.p.218
σεμνύνεται, ἧς τὸ μάχιμον καὶ ἡγεμονεῦον ὅταν ἴδῃ ὁ ὁρῶν καταπεποντωμένον καὶ διεφθαρμένον, ὕμνον εἰς τὸν θεὸν ᾄδει.

νέος μὲν οὖν τρόπος ὁ μήπω δυνάμενος μετὰ τῶν γνησίων ἀδελφῶν ποιμαίνειν, τὸ δ’ ἐστὶ τῆς κατὰ ψυχὴν ἀλόγου φύσεως ἄρχειν τε καὶ ἐπιτροπεύειν, ἀλλ’ ἔτι μετὰ τῶν νόθων, οἷς τὰ δοκήσει πρὸ τῶν γνησίων καὶ τῷ εἶναι παραριθμουμένων ἀγαθῶν

νεώτατος δέ, κἂν ἐπίδοσιν καὶ αὔξησιν πρὸς τὸ ἄμεινον λάβῃ, παρὰ τῷ τελείῳ νενόμισται μόνον ἀγαθὸν ἡγουμένῳ τὸ καλόν· οὗ χάριν προτρέπων φησί· „πρὸς μὲ ἀνάστρεψον,“ ἴσον τῷ πρεσβυτέρας γνώμης ὀρέχθητι, μὴ πάντα νεωτέριζε, ἤδη ποτὲ τὴν ἀρετὴν δι’ αὐτὴν μόνην στέρξον, μὴ καθάπερ παῖς ἄφρων τῇ τῶν τυχηρῶν λαμπρότητι περιαυγαζόμενος ἀπάτης καὶ ψευδοῦς δόξης