De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἔφαμεν πάλαι, ὅτι Σὴμ ἐπώνυμός ἐστιν ἀγαθοῦ, καλούμενος οὐκ ὀνόματος εἴδει, ἀλλ’ [*](2 ἐπαληθεὐηται coiiicio 3 tertium ἐπὶ om. v quartum ἐπὶ G: ἐπεὶ FΗ 4 ἔκγονα conicio στίχουσιν F 5 καθ’ αὑτοὺς couicio 7 Μωσῆς; Vat πλεῖον Vat 8 λέγει] φησὶ Vat 9 διάχητε Η 11 καὶ μονὴν Vat: ἐκτὸς εἶναι μόνην cocld., εἰκότως εἶναι μονὴν Mang. κακιῶν Vat: κακῶν codd. 12 ταῦτα Vat: τοῦτο codd. 13 ὕποχον G1: ὗποσχον F, ὑπάρχοντι G2, ὑποσχ(??) in mg. L, om. H, ὑπαίτιον Vat, ὑπόδικον coni. Mang. 13. 14 πρὸς τὸν Κάιν Vat: περὶ τῆς τοῦ παντὸς γενέσεως codd. 14 χρησθεῖσι om. Vat λόγοις Vat 15 αὐτόν Vat: τὸν φαῦλον codd. d) οὕτος om. Vat ἁμαρτεῖν Vat 16 κακὰ H1 τὴν Vat: om. codd. ἣν Vat: om. codd. 16. 17 bis ὅτιGF Vat: ἐν τῶ Η, ὅ τι coui. Cohu 17 ἀνυπαίτιον καὶ σωτήριον Vat 18 τἀς] τά Η ἀρετὰς L1 19 ἔχοντα seclusi vel ἐξῆς conicio (ἐχομένως coni. Cohn) 20 αὑτοῦ V κύριος om. L) [*](6—17 Vat. gr. 1611 fol. 232 Φῶνος (= Corderii Catena in Lucara p. 426): ἔτι ἐν Τῶ νόμω—ἀνυπαίτιον καὶ σωτήριον.)

v.2.p.226
ὅλον τὸ γένος αὐτοῦ ὄνομα, παρόσον τὸ ἀγαθὸν ὀνομαστὸν μόνον καὶ εὐφημίας καὶ εὐκλείας ἄξιον, ὡς ἔμπαλιν ἀνώνυμον καὶ δυσώνυμον τὸ κακόν. τίνος οὖν τὸν τῆς φύσεως τἀγαθοῦ μεμοιραμένον εὐχῆς ἀξιοῖ;

τίνος; καινοτάτης καὶ παρηλλαγμένης, ᾗ θνητὸς οὐδεὶς ὑπηρετῆσαι δυνατός, ἀφ’ ἧς σχεδὸν ὥσπερ ἀπ’ ὠκεανοῦ ῥέουσιν αἱ ἄφθονοι καὶ ἀέναοι πλημμυροῦσαι καὶ ἀναχεόμεναι τῶν καλῶν πηγαί. τὸν γὰρ κύριον καὶ θεὸν τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ πάντων ἰδίᾳ θεὸν κατ’ ἐξαίρετον χάριν τοῦ Σὴμ ἀνακαλεῖ.

καὶ ὅρα· τίνας ὑπερβολὰς τοῦτο οὐχ ὑπερβάλλει; σχεδὸν γὰρ ἰσότιμος ὁ τούτου λαχὼν γίνεται κόσμῳ· ὅτε γὰρ τὸ ἐπιστατοῦν καὶ κηδόμενον ἀμφοῖν ταὐτόν, καὶ τὰ ἐπιτροπευόμενα κατ’ ἀναγκαῖον εὐθύς ἐστιν ἰσότιμα.

μήποτε δὲ καὶ ἐπιδαψιλεύεται τὰ τῶν δωρεῶν· τοῦ μὲν γὰρ αἰσθητοῦ κόσμου δεσπότης καὶ εὐεργέτης ἀνείρηται διὰ τοῦ κύριος καὶ θεός, τοῦ δὲ νοητοῦ ἀγαθοῦ σωτὴρ καὶ εὐεργέτης αὐτὸ μόνον, οὐχὶ δεσπότης ἢ κύριος· φίλον γὰρ τὸ σοφὸν θεῷ μᾶλλον ἢ δοῦλον.

παρὸ καὶ σαφῶς ἐπὶ Ἀβραὰμ φάσκει· „μὴ ἐπικαλύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ φίλου μου“ (Gen. 18, 17) ; ὁ δὲ ἔχων τὸν κλῆρον τοῦτον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε· μόνος γὰρ εὐγενὴς ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος υἱός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις·

οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον ἀληθείᾳ καρπούμενος ἔπαινον· μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον· μόνος ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης, ἣν ὑπέραυχον οὖσαν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ὁ ἐλευθεροποιὸς καθεῖλε θεός.

τούτῳ δὴ τῷ τοσούτων καὶ οὕτως ὑπερβαλλόντων καὶ ἀθρόων ἀξιωθέντι ἀγαθῶν τί προσήκει ποιεῖν ἢ λόγοις καὶ ᾠδαῖς καὶ ὕμνοις τὸν εὐεργέτην ἀμείβεσθαι; τοῦτ’ ἔσθ’, ὡς ἔοικεν, ὃ αἰνίττεται διὰ τοῦ „εὐλογημένος [*](1 αὐτοῦ F: αὐτό GH, αὐτῷ Mang. παρ’ ὅσον codd. τὸ GF: καὶ τό H 2 τὸ] τόν F 3 μεμοῳασμἐνον H εὐχῆς] εὐλογίας coni. Mang. 5 ἀέναοι G: ἀἐνναοι FH 6 πλημυροῦσαι G 8 ὅρα Η: ὅτι GF τοῦτο om. L 9 τούτου GF: τοῦτο Η 9 ὅτε scripsi: ὅταν codd. 11 ἐπιδαΦιλεύηται L 15. 16 bis Ἁβραὰμ FH 15 ἀποκαλύψω F 16 ἀπὸ om. G 17 προσελήλυθε GF, παρελἡλυθε L 18 εἷς ποιητὴς FΗ 19 οὐ] ὁ H 20 μόνοις H: νόμοις GFL2; γρ. μόνος mg. H, L1 21 κολακείαν G ὠθούμνον G1, ὠνούμενον G2 24 ἁφειμένος Mang.: ἀφιέμενος codd. δεσποίνης G: δέ ποινῆς F, δὴ ποινῆς H 26 τῷ scripsi: τῶν codd. καὶ ἀθρόων om. F 27 λόγους H, ut vid. 28 ἐοικώς H, εἰκὸς; Turn. ὅ Η: om. GF διὰ τοῦ scripsi: αὐτοῦ GF, αὐτῶ H. ἐν τῷ coni. Mang.)

v.2.p.227
κύριος ὁ θεὸς Σήμ“, ἐπειδὴ τῷ τὸν θεὸν ἔχοντι κλῆρον εὐλογεῖν καὶ ἐπαινεῖν αὐτὸν ἁρμόττει μόνον τοῦτ’ ἀντιπαρασχεῖν δυναμένῳ, τὰ δ’ ἄλλα ἀνὰ κράτος πάνθ’ ἁπλῶς ἀδυνατοῦντι.

Τῷ μὲν δὴ Σὴμ εὔχεται ταῦτα· τῷ δ’ Ἰάφεθ ὁποῖα, θεασώμεθα· „πλατύναι“ φησίν „ὁ θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ, καὶ γενέσθω Χαναὰν δοῦλος αὐτοῖς„ (Gen. 9, 27).

τοῦ ἀγαθὸν ἡγουμένου τὸ καλὸν μόνον ἔσταλται καὶ συνῆκται τὸ τέλος — ἑνὶ γὰρ μυρίων ὄντων τῶν περὶ ἡμᾶς τῷ ἡγεμόνι νῷ συνέζευκται —, τοῦ δὲ τρισὶν ἐφαρμόζοντος αὐτὸ γένεσιν, τῷ περὶ ψυχήν, τῷ περὶ σῶμα, τῷ περὶ τὰ ἐκτός, ἅτ’ εἰς πολλὰ καὶ ἀνόμοια κατακερματιζόμενον εὐρύνεται.