De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

διὰ τοῦτο μέντοι κἀν τῷ νόμῳ τῆς λέπρας ὁ μέγας πάντα Μωυσῆς τὴν μὲν κίνησιν καὶ ἐπὶ πλέον αὐτῆς φορὰν καὶ χύσιν ἀκάθαρτον, τὴν δ’ ἠρεμίαν καθαρὰν ἀναγράφει· λέγει γὰρ ὅτι „ἐὰν διαχέηται ἐν τῷ δέρματι, μιανεῖ ὁ ἱερεύς. ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, καθαριεῖ“(Lev. 13,22.23)· ὥστε τὴν μὲν ἡσυχίαν καὶ μονὴν κακιῶν καὶ παθῶν τῶν κατὰ ψυχὴν — ταῦτα γὰρ αἰνίττεται διὰ τῆς λέπρας — οὐχ ὑπαίτιον εἶναι, τὴν δὲ κίνησιν καὶ φορὰν ὕποχον δέοντως.

τὸ παραπλήσιον καὶ ἐν τοῖς πρὸς τὸν Κάιν χρησθεῖσι λογίοις περιέχεται σημειωδέστερον· λέγεται γὰρ πρὸς αὐτόν· ὦ οὗτος, „ἥμαρτες, ἡσύχασον“ (Gen. 4,7), τοῦ μὲν ἁμαρτάνειν, ὅτι κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν κακίαν ἦν, ὄντος ἐνόχου, τοῦ δ’ ἡσυχάζειν, ὅτι ἴσχεσθαι καὶ ἠρεμεῖν, ἀνυπαιτίου καὶ σωτηρίου.

Ταῦτα μὲν οὖν ἱκανῶς γε, οἶμαι, προείρηται. τὰς δ’ ἀρὰς [ἔχοντα], ὃν ἔχουσι λόγον, ἴδωμεν· „ἐπικατάρατος“ φησί „Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“· καὶ „εὐλογητὸς κύριος ὁ θεὸς Σήμ, καὶ ἔσται Χαναὰν δοῦλος αὐτοῖς“ (Gen. 9, 25. 26).