De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

καὶ ἐν ᾠδῇ μέντοι μείζονι τὸν λεὼν ἅπαντα, ὁπότε νεωτερίζοι, τὸ τῆς ἄφρονος καὶ νηπίας ὄνομα ἡλικίας, τέκνα, καλεῖ· „δίκαιος„ γάρ φησι „καὶ ὅσιος ὁ κύριος· ἥμαρτον οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὕτως λαὸς μωρὸς καὶ οὐχὶ σοφός;„ (Deut. 32, 4 — 6).

οὐκοῦν τέκνα ἐναργῶς ὠνόμακε τοὺς μώμους ἔχοντας ἄνδρας ἐν ψυχῇ καὶ μωρίᾳ καὶ ἀνοίᾳ τὰ πολλὰ σφαλλομένους ἐν ταῖς κατὰ τὸν ὀρθὸν βίον πράξεσιν, οὐκ εἰς τὰς ἐν παισὶ σώματος ἡλικίας ἀπιδών, ἀλλ’ εἰς τὸ τῆς διανοίας ἀλόγιστον καὶ πρὸς ἀλήθειαν βρεφῶδες.

οὕτως μέντοι καὶ Ῥαχήλ, ἡ σώματος εὐμορφία, νεωτέρα Λείας, τοῦ κατὰ ψυχὴν κάλλους, ἀναγράφεται· ἡ μὲν γὰρ θνητή, τὸ δ’ ἐστὶν ἀθάνατον, καὶ ὅσα μέντοι τίμια πρὸς αἴσθησιν, ἑνὸς μόνου τοῦ κατὰ ψυχὴν κάλλους ἀτελέστερα. οἷς ἀκολουθεῖ καὶ τὸν Ἰωσὴφ νέον τε καὶ νεώτατον αἰεὶ λέγεσθαι· καὶ γάρ, ὅταν ἐπιστατῇ τῆς ποίμνης μετὰ τῶν νόθων ἀδελφῶν, νέος προσαγορεύεται (Gen. 37, 2), καὶ ὅταν εὔχηται ὁ πατὴρ αὐτῷ, φησίν· „υἱὸς ηὐξημένος νεώτατος πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22).