De Sobrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
Τὰ περὶ μέθης καὶ τῆς ἑπομένης αὐτῇ γυμνότητος εἰρημένα τῷ νομοθέτῃ διεξεληλυθότες πρότερον ἀρξώμεθα τοῖς λεχθεῖσι τὸν ἑξῆς προσαρμόττειν λόγον· περίεστι τοίνυν ἐν τοῖς χρησμοῖς ἀκόλουθα τάδε· „ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος„ (Gen. 9,24).
τὸ νήφειν οὐ μόνον ψυχαῖς ἀλλὰ καὶ σώμασιν ὠφελιμώτατον ἀνωμολόγηται· τάς τε γὰρ ἐξ ἀμέτρου πλησμονῆς γινομένας νόσους ἀπωθεῖται καὶ τὰς αἰσθήσεις πρὸς ἄκρας ὀξύτητας ἀκονᾷ καὶ ὅλα μέντοι τὰ σώματα οὐκ ἐᾷ βαρυνόμενα πίπτειν, ἀλλ’ ἐξαίρει καὶ ἐπικουφίζει καὶ πρὸς τὰς οἰκείους ἐνεργείας ἀνακαλεῖ πᾶσι τοῖς μέρεσιν ἑτοιμότητα ἐντίκτον· καὶ συνόλως ὅσων δημιουργὸς κακῶν ἡ μέθη, τοσούτων ἔμπαλιν ἀγαθῶν τὸ νηφάλιον.
ὁπότ’ οὖν καὶ σώμασιν, οἷς ἡ οἴνου πόσις οἰκεῖον, λυσιτελέστατον τὸ νήφειν, οὐ πολὺ μᾶλλον ψυχαῖς, ὧν φθαρτὴ τροφὴ πᾶσα ἀλλότριον; νηφούσης γὰρ διανοίας τί τῶν παρὰ ἀνθρώποις μεγαλειότερον; τίς δόξα; τίς πλοῦτος; τίς δυναστεία; τίς ἰσχύς; τί τῶν πάντων ὅσα θαυμάζεται; φέρε μόνον τὸ ψυχῆς ὄμμα ὅλον ἰσχῦσαι δι’ ὅλων διοιχθῆναι καὶ μηδὲν οἷα ὑπὸ ῥεύματος συγχυθῆναι μέρος ἢ καταμῦσαι· τότε γὰρ μάλιστα ὀξυωπῆσαν, σύνεσιν καὶ φρόνησιν αὐτὴν ἐμβλέπον, τοῖς νοητοῖς ἀγάλμασιν ἐντεύξεται, ὧν ἡ θέα ψυχαγωγοῦσα πρὸς οὐδὲν ἔτι τῶν αἰσθητῶν ἀπονεύειν ἐάσει.
εἰ τῷ νηφαλίῳ τῆς ψυχῆς καὶ βλέποντι ὀξυωπέστατα τῶν γένεσιν λαχόντων μηδέν ἐστιν ἰσότιμον; καὶ γὰρ οἱ τοῦ σώματος ὀφθαλμοὶ καὶ τὸ αἰσθητὸν φῶς περιττῶς πρὸς ἡμῶν πάντων τετίμηται· πολλοὶ γοῦν τῶν τὰς ὄψεις ἀποβαλόντων καὶ τὸ ζῆν ἑκουσίως προσαπέβαλον κουφότερον κακὸν πηρώσεως θάνατον εἶναι δικάσαντες ἑαυτοῖς.
ὅσῳ τοίνυν ψυχὴ σώματος κρείττων, τοσούτῳ καὶ νοῦς ὀφθαλμῶν ἀμείνων· ὃς εἴπερ ἀπήμων εἴη καὶ ἀζήμιος πρὸς μηδενὸς τῶν μέθην παράφορον ἐργαζομένων ἀδικημάτων ἢ παθῶν πιεσθείς, ὕπνῳ μὲν ἀποτάξεται λήθην καὶ ὄκνον ἐμποιοῦντι τῶν πρακτέων, ἐγρήγορσιν δὲ ἀσπασάμενος πρὸς τὰ θέας ἄξια πάντα ὀξυδορκήσει, μνήμαις μὲν ὑποβαλλούσαις ἐγειρόμενος, πράξεσι δὲ τοῖς γνωσθεῖσιν ἑπομέναις χρώμενος.
Τοῦ μὲν δὴ νήφοντος κατάστασίς ἐστι τοιαύτη. „νεώτερον„ δ’ ὅταν φῇ „υἱόν“, οὐχ ἡλικίας ὄνομα ἀναγράφει, νεωτεροποιίαν δὲ ἀγαπῶντος ἐμφαίνει τρόπου διάθεσιν. ἐπεὶ πῶς ἂν ἢ τὰ ἀθέατα κατιδεῖν παρὰ νόμον καὶ δίκην ἐβιάσατο ἢ ἐκλαλῆσαι τὰ ὀφείλοντα ἡσυχάζεσθαι ἢ εἰς τοὐμφανὲς προενεγκεῖν τὰ δυνάμενα οἴκοι συσκιάζεσθαι καὶ τοὺς ψυχῆς ὅρους μὴ ὑπερβαίνειν, εἰ μὴ νεωτέρων πραγμάτων ἥπτετο γελῶν τὰ ἑτέροις συμπίπτοντα, δέον ἐπιστένειν καὶ μὴ χλευάζειν ἐφ’ οἷς εἰκὸς ἦν καὶ εὐλαβούμενον τὸ μέλλον σκυθρωπάζειν;
πολλαχοῦ μέντοι τῆς νομοθεσίας καὶ τοὺς ἡλικίᾳ προήκοντας νέους καὶ τοὺς μηδέπω γεγηρακότας ἔμπαλιν ὀνομάζει πρεσβυτέρους, οὐκ εἰς πολυετίαν ἀφορῶν ἢ βραχὺν καὶ μήκιστον χρόνον, ἀλλ’ εἰς ψυχῆς δυνάμεις κινουμένης εὖ τε καὶ χεῖρον·
τὸν γοῦν Ἰσμαὴλ εἰκοσαετίαν ἤδη που βεβιωκότα σχεδὸν κατὰ τὴν πρὸς τὸν ἐν ἀρεταῖς τέλειον Ἰσαὰκ σύγκρισιν ὀνομάζει παιδίον· „ἔλαβε„ γάρ φησιν „ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον“, ἡνίκα αὐτοὺς οἴκοθεν Ἀβραὰμ ἐξέπεμψε, καὶ πάλιν „ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης„, καὶ „οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου„ (Gen. 21, 14 — 16)· καίτοι πρὸ μὲν τῆς γενέσεως Ἰσαὰκ τρισκαίδεκα γεγονὼς ἐτῶν Ἰσμαὴλ περιτέτμηται (Gen. 17,25), περὶ δὲ τὴν ἑπταέτιν ἡλικίαν παυσαμένου τῆς ἐν γάλακτι [*](1 εἰ] ἡ G’ 1. 2 ὀξυωπεστάτων γένεσιν GF 4 ἀποβαλλόντων F 5 δοξάσαντες coni. Cobn 7 μέθην G2: μέθη G1FH 7. παραφόρῳ ν 9 έγρἠγορσι Η 10 τὰς θέας II μνήμαις] γνώμαις conicio om. F 13δἐ] ὸὴΠ 15παράνομον G1F ὀφείλοντα scripsi: ὀφειλόμενα codd. 19 ἐλεοῦνταvel αἰδούμενονκαὶ conicio τὸ μέλλον] μᾶλλον conicio μέλλειν L 20 προσήκοντας Η 21 πολυετίαν καὶ ὀλιγοετίανconicio 23 γοῦν] γὰρ Η ἤδη που GF: δέ που Η, δήπου L 26 ἐπέθηκε Η, om. G ῾Αβραὰμ FH 27 ἐλάττης ὄφει ὄντα scripsi: ὀφειλόμενα codd.)
ἀλλ’ ὅμως παιδίον νεανίας ὢν ἤδη καλεῖται ὁ σοφιστὴς ἀντεξεταζόμενος σοφῷ· σοφίαν μὲν γὰρ Ἰσαάκ, σοφιστείαν δὲ Ἰσμαὴλ κεκλήρωται, ὡς, ἐπειδὰν ἑκάτερον χαρακτηρίζωμεν, ἐν τοῖς ἰδίᾳ λόγοις ἐπιδείκνυμεν. ὃν γὰρ ἔχει λόγον κομιδῇ νήπιον παιδίον πρὸς ἄνδρα τέλειον, τοῦτον καὶ σοφιστὴς πρὸς σοφὸν καὶ τὰ ἐγκύκλια τῶν μαθημάτων πρὸς τὰς ἐν ἀρεταῖς ἐπιστήμας.
καὶ ἐν ᾠδῇ μέντοι μείζονι τὸν λεὼν ἅπαντα, ὁπότε νεωτερίζοι, τὸ τῆς ἄφρονος καὶ νηπίας ὄνομα ἡλικίας, τέκνα, καλεῖ· „δίκαιος„ γάρ φησι „καὶ ὅσιος ὁ κύριος· ἥμαρτον οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὕτως λαὸς μωρὸς καὶ οὐχὶ σοφός;„ (Deut. 32, 4 — 6).
οὐκοῦν τέκνα ἐναργῶς ὠνόμακε τοὺς μώμους ἔχοντας ἄνδρας ἐν ψυχῇ καὶ μωρίᾳ καὶ ἀνοίᾳ τὰ πολλὰ σφαλλομένους ἐν ταῖς κατὰ τὸν ὀρθὸν βίον πράξεσιν, οὐκ εἰς τὰς ἐν παισὶ σώματος ἡλικίας ἀπιδών, ἀλλ’ εἰς τὸ τῆς διανοίας ἀλόγιστον καὶ πρὸς ἀλήθειαν βρεφῶδες.
οὕτως μέντοι καὶ Ῥαχήλ, ἡ σώματος εὐμορφία, νεωτέρα Λείας, τοῦ κατὰ ψυχὴν κάλλους, ἀναγράφεται· ἡ μὲν γὰρ θνητή, τὸ δ’ ἐστὶν ἀθάνατον, καὶ ὅσα μέντοι τίμια πρὸς αἴσθησιν, ἑνὸς μόνου τοῦ κατὰ ψυχὴν κάλλους ἀτελέστερα. οἷς ἀκολουθεῖ καὶ τὸν Ἰωσὴφ νέον τε καὶ νεώτατον αἰεὶ λέγεσθαι· καὶ γάρ, ὅταν ἐπιστατῇ τῆς ποίμνης μετὰ τῶν νόθων ἀδελφῶν, νέος προσαγορεύεται (Gen. 37, 2), καὶ ὅταν εὔχηται ὁ πατὴρ αὐτῷ, φησίν· „υἱὸς ηὐξημένος νεώτατος πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22).
οὗτος δέ ἐστιν ὁ τῆς περὶ τὸ σῶμα ἁπάσης ὑπέρμαχος δυνάμεως καὶ ὁ τῆς τῶν ἐκτὸς ἀφθονίας ἀκολάκευτος ἑταῖρος, ὁ τῆς πρεσβυτέρας ψυχῆς πρεσβύτερον καὶ τιμιώτερον ἀγαθὸν μήπω τέλειον εὑρημένος. εἰ γὰρ εὕρητο, κἂν ὅλην Αἴγυπτον ἀμεταστρεπτὶ φεύγων ᾤχετο· νυνὶ δὲ ἐπὶ τῷ τρέφειν αὐτὴν καὶ τιθηνοκομεῖν μάλιστα [*](1 τῶ) H: om. GF, διὰ τὸ conicio παιδείαις F 3 σοφία G 4 ἐπειδὴ γὰρ ἑ̣κrἀτερον Η 5 ἐν H: ἢ GF τοῖς ἰδία λόγοις GF: τισι διαλόγοις Η ἐπιδείξομεν conicio 10 οὐκ om. G 11 ἀνταποδίδοται G οὕτως H; ψος F, ο5τω G 12 τέκνα Benzelius: τέ GF, om. H 13 ἀνοία Η: ἐν οἵα G, ἐwοία F, ἀγνοίᾳ coni. Mang. 14 βίον] λόγον conicio 15 ἀλόγιστον Η: XoYtCTOv G’, λογιστικὸν G^ εὐόλισθον F -16 ουατω Η 17 toj G-’: om. Θ.1ΕΗ ψυχὴν κάλλους GF: ψυχῆς κάλλος Η 18 ῴντοι τί τίμια H 19 κάλλους Mang. : καλῶν GF, καλοῦ H "20 νεώτερον F ἀεὶ G 22 αὐτοῦ coni. Mang. 24 ἀκολακεύτως G 25 (t6) τῆς conicio 26 τελείως conicio ευαροιτο, εὕρετο conicio κἀν Cohn: καὶ codd. 27 τρέφοντι H, τρέφθειν τε Turn.)
νέος μὲν οὖν τρόπος ὁ μήπω δυνάμενος μετὰ τῶν γνησίων ἀδελφῶν ποιμαίνειν, τὸ δ’ ἐστὶ τῆς κατὰ ψυχὴν ἀλόγου φύσεως ἄρχειν τε καὶ ἐπιτροπεύειν, ἀλλ’ ἔτι μετὰ τῶν νόθων, οἷς τὰ δοκήσει πρὸ τῶν γνησίων καὶ τῷ εἶναι παραριθμουμένων ἀγαθῶν
νεώτατος δέ, κἂν ἐπίδοσιν καὶ αὔξησιν πρὸς τὸ ἄμεινον λάβῃ, παρὰ τῷ τελείῳ νενόμισται μόνον ἀγαθὸν ἡγουμένῳ τὸ καλόν· οὗ χάριν προτρέπων φησί· „πρὸς μὲ ἀνάστρεψον,“ ἴσον τῷ πρεσβυτέρας γνώμης ὀρέχθητι, μὴ πάντα νεωτέριζε, ἤδη ποτὲ τὴν ἀρετὴν δι’ αὐτὴν μόνην στέρξον, μὴ καθάπερ παῖς ἄφρων τῇ τῶν τυχηρῶν λαμπρότητι περιαυγαζόμενος ἀπάτης καὶ ψευδοῦς δόξης
ἀναπίμπλασο. ὡς μὲν τοίνυν πολλαχοῦ νέον οὐκ εἰς τὴν σώματος ἀκμήν, ἀλλ’ εἰς τὴν ψυχῆς νεωτεροποιίαν ἀφορῶν εἴωθε καλεῖν, ἐπιδέδεικται. ὡς δὲ καὶ πρεσβύτερον οὐ τὸν γήρᾳ κατεσχημένον, ἀλλὰ τὸν γέρως καὶ τιμῆς ἄξιον ὀνομάζει, δηλώσομεν.
τίς οὖν ἀγνοεῖ τῶν [*](1 ἡδῆ G 3 ἀδελφῶν scripsi: ἀρετῶν GF, εὑρετῶν Η 5 νόθων Mang.: ἀγαθῶν codd. οἷς addidi τῷ] τὸ G 6 ἀγαθῶν addidi 10 αὑτὴν V 11 ἀπάσης ψευδοῦς G lo τὴν τῆς Φιυχῆς II 14 κατισχημἐνον F 14. 15 τὸν ἐνγἐρως Η δηλώσωμεν L) [*](14 sqq. Origenes Selecta in Genesim p. 36 (ad Gen. 18,11): μήποτε ἐπὶ δικαίων μόνων τὸ „προβεβηκότες ἡμερῶν“ τέτακται· ὅπερ ἐὰν οὕτως ἔχῃ, οὐδεὶς φαῦλος προβέβηκε. — Homilia in Genesim III 3 p 67: quanti ante eos iongioribus annorum spatiis vitam duxere nongentis et eo amplius annis, aliqui non multo minus usque ad diluvium vixere: et nulli ex liis presbyteri appellati sunt. non enim hoc nomine in Abraiiam senecta corporis, sed cordis maturitas appellata est. sic et ad Mosen dominus dicit: elige tibi presbyteros, quos tu ipse scis presbyteros esse numquid is qui senilem corporis gerebat aetatem non omnium oculis perspicuus erat, quod esset presbyter, id est senex? quid ergo soli Mosi, tanto ac tali prophetae, specialis ista mandatur inspectio, ut iili eligantur non quos ceteri bomines norunt, sed quos propheta deo plenus elegerit? non enim erga eos de corpore, non de aetate, sed de mente iudicium est. — Homilia in Genesim IV 4 p.72: quantum ad aetatem corporis pertinet, muiti ante ipsos numerosioribus annis duxerant vitam, nemo tamen presbyter appellatus est. unde videtur nomen hoc sauctis non longaevitatis ratione, sed maturitatis ascribi. — Homilia in losuam XVI p. 435: Etiam ante nos quidam observantes notarunt in scripturis, quia presbyteri vel seniores non ex eo appellantur, quod longaevam duxerint vitam, scd pro maturitate sensus et gravitate vitae veneranda hac appellatione decorentur .... si enira proiixitate appellandus, qui presbyter vel senior videretur, quem magis oportebat alium hoc uomine censori quam priraum Adam vel certe Mathusalem aut Noe, qui utique longe pluribus quam ceteri annis in hoc niundo vixisse declarantur? sed nunc videaraus quod ex illis quidem nullus refertur a scriptura presbyter aut senex appellatus, sed is qui longe brevioris temporis vitam duxit, primus in scripturis sanctis Abraham presbyter’vel senior appellatur. dictum est etiam ad Moysen a domino: elige tibi ab omni populo presbyteros, quos tu nosti qui a presbyteri sunt. — Hieronymus Comvient. inlsai. cap. 111,2: qui scierit in scripturis sanctis presbyteros merito et sapientia eligi, non aetate . . . nara et Moysi praecipitur, ut eligat presbyteros, quos scit esse presbyteros . . . nuUus alius prius appellatus est presbyter, id est senex, nisiAbraham, qni multo paucioribus annis vixisse convincitur.)
τοῦτό μοι δοκεῖ τὸ προκείμενον αἰτίας ἀπόδοσις εἶναι, δι’ ἣν πρεσβύτερος ἐλέχθη ὁ σοφός· ἐπιφροσύνῃ γὰρ θεοῦ τὸ λογικὸν τῆς ψυχῆς μέρος ὅταν εὖ διατεθῇ καὶ μὴ καθ’ ἓν εἶδος ἀλλὰ κατὰ πάσας τὰς ἐπιβολὰς εὐλογιστῇ, πρεσβυτέρᾳ χρώμενον γνώμῃ καὶ αὐτὸ δήπου πρεσβύτερόν ἐστιν.
οὕτως καὶ τοὺς συνέδρους τοῦ θεοφιλοῦς τὸν δέκα ἑβδομάδων ἀριθμὸν εἰληχότας πρεσβυτέρους ὀνομάζειν ἔθος· λέγεται γάρ· „συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσι πρεσβύτεροι„ (Num. 11, 16).
οὐκοῦν οὐ τοὺς ὑπὸ τῶν τυχόντων γέροντας νομιζομένους ὡς ἱεροφάντας, ἀλλ’ οὓς ὁ σοφὸς οἶδε μόνος, τῆς τῶν πρεσβυτέρων ἠξίωσε προσρήσεως· οὓς μὲν γὰρ ἂν οὗτος ἀποδοκιμάσῃ καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς ἐκ τοῦ τῆς ἀρετῆς νομίσματος, κεκιβδηλευμένοι νεωτεροποιοὶ τὰς ψυχὰς ἅπαντες· οὓς δ’ ἂν γνωρίμους ἐθελήσῃ ποιήσασθαι, δόκιμοί τε καὶ τὸ φρόνημα πρεσβύτεροι κατὰ τὸ ἀναγκαῖόν εἰσιν.