De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
παρὸ καὶ μέχρι νῦν οἱ καλοκἀγαθίας ἐρασταὶ οὐ πρότερον ἐπὶ τὰς τῆς πρεσβυτέρας ἀφικνοῦνται θύρας φιλοσοφίας, πρὶν ἢ ταῖς νεωτέραις ἐντυχεῖν, γραμματικῇ καὶ γεωμετρίᾳ καὶ τῇ συμπάσῃ τῶν ἐγκυκλίων μουσικῇ· αὗται γὰρ σοφίαν τοῖς ἀδόλως καὶ καθαρῶς μνωμένοις ἀεὶ προξενοῦσιν.
ὁ δ’ ἀντισοφίζεται βουλόμενος τὴν πρεσβυτέραν ἡμᾶς ἀγαγέσθαι προτέραν, οὐχ ἵνα βεβαίως ἔχωμεν, ἀλλ’ ἵνα τοῖς τῆς νεωτέρας φίλτροις δελεασθέντες αὖθις τὸν ἐπ’ ἐκείνῃ πόθον ἐκλύσωμεν.
καὶ σχεδὸν τοῦτο συνέβη πολλοῖς τῶν ἀνοδίᾳ πρὸς παιδείαν χρησαμένων. ἔτι γάρ, ὡς ἔπος εἰπεῖν, ἀπ’ αὐτῶν σπαργάνων πρὸς τελειότατον ἐπιτήδευμα, φιλοσοφίαν, ἐλθόντες, ἀμύητοι τῶν ἐγκυκλίων εἰσάπαν οὐ δικαιώσαντες γενέσθαι ὀψὲ καὶ μόλις αὐτῶν ἅψασθαι διενοήθησαν. κἄπειτα ἀπὸ τῆς μείζονος καὶ πρεσβυτέρας ἐπὶ τὴν τῶν ἐλαττόνων καὶ νεωτέρων θέαν καταβάντες ἐνεγήρασαν αὐτοῖς, ὡς μηκέτ’ ἀναδραμεῖν ὅθεν ὥρμησαν ἰσχῦσαι.
διὰ τοῦτ’ [*](2 σῶμά τε καὶ scripsi: σώματα καὶ UFH, σῶμα καὶ G, σῶμα καὶ τὰ Mang. 3 ἀπαραγώγου H 4 τὸν om. Η 8 πρότερον GF: πρότερα UH 9. 10 φύσιν ἄχρονον ὑπάρχουσαν F2 11 ἠθοποιοῦ U, ἠθικὸν conicio. hic μεθημερινὸν H textus § 136 inde ab εἰσιόντι. continuatio § 48 usque ad § 106 λόγον—μεθημερινὸν invenitur fol. 376r sqq., inserta libri De migr. ἑ 12 12 τελεωτέρας H #x003E; αὖθις conicio 13 ἀπώνασθαι GD βεβαίως om. D δυνηθῶσιν U παρ’ ὃ UD 15. 16 γραμματικῇ—μουσικῇ om. U 17. 18 ὁ δ’—τὴν om. U 18 πρεσβυτέραν] ὁρᾶν U πρότερον H 20 ἐκείνην H πόνον ἐνδύσωμεν (immo ἐνδυσώμενθα) Mang. ἑλκύσωμεν U 21 ἀνοδίαν F 23 εἰς ἅπαν UH 24 ἀπὸ] ὑπὸ F) [*](11—15 DK fol. 248r ἐκ τοῦ περὶ μέθης: τοῖς ἀσκηταῖς σοφίας ἀνάγκη—ἐντυχεῖν)