De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

πίστιν οὐκ ἔμαθε. καὶ γὰρ ὅταν ἐπίδειξιν εὐσεβείας βουλόμενος ποιήσασθαι λέγῃ· „νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς“ (Exod. 18, 11), ἀσέβειαν παρὰ δικάζειν ἐπισταμένοις ἀνδράσιν ἑαυτοῦ κατηγορεῖ.

φήσουσι γὰρ αὐτῷ· νῦν ἔγνως, ἀνόσιε, πρότερον δ’ οὐκ ἠπίστασο τὸ μέγεθος τοῦ παντὸς ἡγεμόνος; ἦν γάρ τι πρεσβύτερον θεοῦ, ᾧ προεντετύχηκας; ἢ τοῖς ἐκγόνοις οὐχ αἱ τῶν γονέων ἀρεταὶ πρὸ τῶν ἄλλων ἅπαξ ἁπάντων γνώριμοι; τοῦ δὲ παντὸς οὐκ ἄρα ἀρχηγέτης ὁ κτίστης καὶ πατὴρ αὐτοῦ; ὥστ’ εἰ νῦν ἐγνωκέναι φῂς σύ, οὐδὲ νῦν ἔγνωκας, ὅτι οὐκ ἀπὸ γενέσεως ἀρχῆς.

ἐλέγχῃ δ’ οὐδὲν ἧττον ἐπιμορφάζων, ὅταν συγκρίνῃς τὰ ἀσύγκριτα καὶ λέγῃς παρὰ πάντας τοὺς θεοὺς τὸ μεγαλεῖον τοῦ ὄντος ἐγνωκέναι· εἰ γὰρ ᾔδεις ἀληθείᾳ τὸ ὄν, οὐδένα ἂν τῶν ἄλλων ὑπέλαβες εἶναι θεὸν αὐτεξούσιον.

ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος ἀποκρύπτει τοὺς ἀστέρας τῶν ἡμετέρων ὄψεων ἀθρόον τὸ ἑαυτοῦ καταχέας φέγγος, οὕτως ὅταν τῷ τῆς ψυχῆς ὄμματι ἀμιγεῖς καὶ καθαρώταται καὶ τηλαυγέσταται τοῦ φωσφόρου θεοῦ νοηταὶ ἐναστράψωσιν αὐγαί, κατιδεῖν οὐδὲν ἕτερον δύναται· ἐπιλάμψασα γὰρ ἡ τοῦ ὄντος ἐπιστήμη πάντα περιαυγάζει, ὡς καὶ τοῖς λαμπροτάτοις ἐξ ἑαυτῶν εἶναι δοκοῦσιν ἐπισκοτεῖν.