De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

πιόντες γὰρ ἔτι διψῶσι καὶ ἄρχονται μὲν ἀπὸ τῶν βραχυτέρων κυάθων, προϊόντες δὲ ταῖς μείζοσιν οἰνοχόαις ἐγχεῖν παραγγέλλουσιν· ἐπειδὰν δ’ ἀκροθώρακες γενόμενοι χλιανθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δυνάμενοι τὰς οἰνηρύσεις καὶ τὰς ἀμύστεις καὶ τοὺς κρατῆρας ὅλους προσενεγκάμενοι ἀκράτου σπῶσιν ἀθρόως, μέχρις ἂν ἢ βαθεῖ ὕπνῳ δαμασθῶσιν ἢ τῶν ὄγκων ἀποπληρωθέντων ὑπερβλύσῃ τὸ ἐπεισχεόμενον.

ἀλλὰ καὶ τότε ὅμως ἡ ἄπληστος ἐν αὐτοῖς ὄρεξις ὥσπερ ἔτι λιμώττουσα μαιμάζει· „ἐκ γὰρ τῆς ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν„ ᾧ φησι Μωυσῆς „καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος“ (Deut. 32,32.33)· Σόδομα μέντοι στείρωσις καὶ τύφλωσις ἑρμηνεύεται, ἀμπέλῳ δὲ καὶ τοῖς ἐξ αὐτῆς γινομένοις ἀπεικάζει τοὺς οἰνοφλυγίας καὶ λαιμαργίας καὶ τῶν αἰσχίστων ἡδονῶν ἥττους.

ἃ δὲ αἰνίττεται, τοιαῦτ’ ἐστίν· εὐφροσύνης μὲν ἀληθοῦς οὐδὲν ἐμπέφυκε τῇ τοῦ φαύλου ψυχῇ φυτὸν ἅτε οὐχ ὑγιαινούσαις κεχρημένῃ ῥίζαις, ἀλλὰ ἐμπεπρησμέναις καὶ τεφρωθείσαις, ὁπότε ἀνθ’ ὕδατος τὰς κεραυνίους φλόγας θεοῦ τὴν κατὰ ἀσεβῶν καλῶς δικάσαντος δίκην ὁ οὐρανὸς ἀσβέστους ἔνιφεν, ἀκράτορος δὲ ἐπιθυμίας τῆς ἐστειρωμένης τὰ καλὰ καὶ πεπηρωμένης πρὸς πάντα τὰ θέας ἄξια, ἣν ἀμπέλῳ παραβέβληκεν, οὐχὶ τῇ καρπῶν ἡμέρων μητρί, ἀλλὰ ἥτις πικρίας καὶ πονηρίας καὶ πανουργίας ὀργῆς τε καὶ [*](2 τίθενται HL 2 ἦν οἰνοχόος transpos. F 3 τοῦτον G 5 μάλιστ' H 8 δ' addidi 9. 10 τὰς—προσενεγκάμενοι om. H 9 οἰνηρύσεις Turn. : οἰνηρεύθσεις codd.τὰς ἀμύστεις Turn.: τοὺς ἀμυστεῖς codd. 10 ἀκράτου σπῶσιν U: ἀκράτους πίνωσιν GFH, ἀκράτους πίνουσιν v μέχρι G 11 βαθὺ G post δαμασθῶσιν add. ex lin. 9 οὐκέτι κρατεῖν ἑαυτῶν δυνάμνοι H 12 ἐν om. U 13 μαιμάζει Benzelius: μρμ́ζει codd. τῆς Turn. : τοῦ GUF, τὸ H 15 ὁ βότρυς Η 17 ἄμπελος H 18 ἁ ἶκαζειν Turn. prius καὶ om. G 19 τοιαῦτά ἐστιν G 19. 20 ἅφροσὑνης.F εὐφροσύνη μὲν ἀλητηθη οὐδὲ H 20 τῆς et ψυχῆς Η φαύλου] φιλαύτου L 23 ἀρετῶν H ὁ om. H ἔνιφεν F: ἔνηφεν UH. ἐνέφηνεν G ἀκράτορος Μang. : ἀκρότητος GUFL2, ακρότητα HL’ 24 τὰ — πετηρωμένης om. U πεπειρωμένης L 25 ἅμπε H 26 μητριᾶ G ἀλλ' Η εἵ τις F καὶ πονηρίας F: om. GUH)

v.2.p.214
θυμοῦ καὶ ἀκραχολωτάτων ἠθῶν οἰστικὴ γέγονε, δάκνουσα τὴν ψυχὴν ἔχεων καὶ ἀσπίδων τρόπον ἰοβόλων καὶ παντελῶς ἀνίατα.

ὧν ἀποτροπὴν εὐχώμεθα γενέσθαι τὸν πάντα ἵλεω ποτνιώμενοι θεόν, ἵνα καὶ τὴν ἀγρίαν ταύτην ἄμπελον διολέσῃ καὶ τοῖς εὐνούχοις καὶ πᾶσιν ἀγόνοις ἀρετῆς ἀίδιον ψηφίσηται φυγήν, ἀντὶ δὲ τούτων ἥμερα μὲν ταῖς ψυχαῖς ἡμῶν δένδρα τὰ παιδείας ὀρθῆς ἐμφυτεύσῃ, γενναίους δὲ καὶ ἄρρενας ὡς ἀληθῶς καρποὺς καὶ λόγους χαρίσηται δυναμένους μὲν σπείρειν καλὰς πράξεις, δυναμένους δὲ συναύξειν ἀρετάς, ἱκανοὺς δὲ τὴν εὐδαιμονίας ἅπασαν συνέχειν καὶ διαφυλάττειν εἰς ἀεὶ συγγένειαν.

[*](1 ἀκροχολωτάτων FH 2 ἐχθρῶν GF τρόπων G ἰοβόλων II: ἰοβόλα GUF 3 εὐχόμεθα FΗ ἵλεων FH 4 πάσης coni. Mang. 5 ψηφίσεται H 6 δένδρα ἡμῶν GUH δὲ om. Η 8 συνάξειν U 9 εὐδαιμονίαν Η εἰς om. Η subscriptio in G: φίλωνος περὶ μέθης περὶ ὧν νήψς 6 νοῦς (Νῶε cum G- scripsi) εὔχεται καὶ καταρᾶται F: περὶ ὧν ἀνανήυας ὀ νοῦς (νῶε in mg.) εὔχεται καὶ καταρᾶται G, περὶ τοῦ ἐξένηψε νῶε H 1 αὐτῶ F τὰ ante εἰρημἐν adil. G 2 ἀρξώμεθα F :- ἀρξόμεθα GH 3 περίεστι Mang. : περιέσται codd. 5 αὐτοῦ G: om. FH ψυχὴ H 9 ἐπικουφι- ἐπικουφίζοι H οἰκείους G: οἰκείας FH 10 ἑτοιμότατα ἐμπῖπτον H 12 λυσιτελὲς οἰκεῖον τὸ H τὸ om. GF 13 τροφὴ om. GF 14 τῶν GH: τὸ F πάντων] παρόντων FL’-’ 16 τῆς ψυχῆς Η διανοιχτηθηναι G 17 κατᾳ. λῦσαι G 18 ante σύνεσιν add. καὶ G σὐνεσ)