De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

γίνεται δ’ οὐχ ἥκιστα τὸ περὶ τὰς φαντασίας ἄστατον καὶ παρὰ τὰς θέσεις καὶ παρὰ τὰ διαστήματα καὶ παρὰ τοὺς τόπους, οἷς ἕκαστα ἐμπεριέχεται.

ἢ τοὺς κατὰ θαλάττης ἰχθῦς οὐχ ὁρῶμεν, ὁπότε τὰς πτέρυγας διατείνοντες ἐννήχοιντο, μείζους ἀεὶ τῆς φύσεως προφαινομένους; καὶ τὰς εἰρεσίας μέντοι, κἂν σφόδρα ὦσιν εὐθυτενεῖς, κεκλασμένας ὁρᾶσθαι συμβαίνει καθ’ ὕδατος.

τά γε μὴν πορρωτάτω ψευδεῖς προσβάλλοντα φαντασίας τὸν νοῦν εἴωθεν ἀπατᾶν· ἄψυχα γὰρ ἔστιν ὅτε ὄντα ὑπετοπήθη ζῷα εἶναι καὶ τοὐναντίον τὰ ἔμψυχα ἄψυχα, ἔτι δὲ τὰ ἑστῶτα κινεῖσθαι καὶ τὰ κινούμενα ἑστάναι, καὶ τὰ μὲν προσιόντα ἐξαναχωρεῖν, τὰ δὲ ἀπιόντα πάλιν προσέρχεσθαι, καὶ βραχύτατα μὲν τὰ περιμηκέστατα, περιφερῆ δ’ αὖ τὰ πολυγώνια. καὶ μυρία ἄλλα ὑπὸ τῆς φανερᾶς ὄψεως ψευδογραφεῖται, οἷς οὐκ ἄν τις εὖ φρονῶν ὡς βεβαίοις συνεπιγράψαιτο.

τί δ’ αἱ ἐν τοῖς σκευαζομένοις ποσότητες; παρὰ γὰρ τὸ πλέον ἢ ἔλαττον αἵ τε βλάβαι καὶ ὠφέλειαι συνίστανται, καθάπερ ἐπὶ μυρίων ἄλλων καὶ μάλιστα τῶν κατὰ τὴν ἰατρικὴν ἐπιστήμην ἔχει φαρμάκων·

ἡ γὰρ ἐν ταῖς συνθέσεσι ποσότης ὅροις καὶ κανόσι μεμέτρηται, ὧν οὔτε ἐντὸς κάμψαι οὔτε περαιτέρω προελθεῖν ἀσφαλές — τὸ μὲν γὰρ ἔλαττον χαλᾷ, τὸ δὲ πλέον ἐπιτείνει τὰς δυνάμεις· βλαβερὸν δ’ ἑκάτερον, τὸ μὲν ἀδυνατοῦν ἐνεργῆσαι δι’ ἀσθένειαν, τὸ δὲ βλάψαι βιαζόμενον διὰ καρτερωτάτην ἰσχύν —, λειότησί τε αὖ καὶ τραχύτησι, πυκνότησί τε αὖ καὶ πιλήσεσι καὶ τοὐναντίον μανότησι καὶ ἐξαπλώσεσι [*](3. 4 ἐνοχλεῖν; φασὶ γὰρ ὅτι πᾶσα Her 4 συνελὼν τίΗ γὰρ οm. N αὖ G 2: αὐτὴG1UΗ, αὕτηFN, om. Her, secl.Arnim 6 προβαλλούσηςU, προσβαλλοῦσιν H φαωτάσματα Her 7 περὶ codd.Her: παρὰ Τurm. 7.8 ter παρὰ GUFL 2 Her: περὶ ΗL 1 7 θέσεις] θεωρίας FL 2 9 ἤ V 9 — 12 ἥ — ὕδατος] ἥ οὐχ ὁρῶμεν τὰς εὐθυτενεῖς κώπας κεκλασμένας Her ἰχθύας coni. Cohn 9. 10 διατείναντες F et Η ut vid. 12 τὰ δέ γε Η 12. 13 προβάλλοντα φαωτασίας ψευδεῖς Ηer 13. 14 γὰρ ἐνίοτε ὐπετοπήθη ἕμψυχα καὶ Ηer 14 τὰ ἕμψυχα ἅψυχα om. Her 15 κινεῖσθαι] κινούμενα Her ἑστῶτα Her ante καὶ add. καὶ τὴν μέν ναῦν ἑστῶσαν κινουμένην, τοὺς δ’ αὖ πύργους ἑστῶτας κινουμένους Her 19 κατασκευαζομένοις L 2,συσκευαζομένοις coni. Mang. 22 καὶκανόσι om. Her 23 οὕτε ἐν τῷ συστεῖλαι οὔτε ἐν τῷ ἐπιτεῖναι ἀσφαλὲς Her ἐντὸς] ἐν Tdi U 24 γὰρ om. Her πλέον scripsi: πλεῖον codd. Her 24—26 βλαβερὸν-ἰσχύν om. Her 25. 26 τὸ μὲν—ἰσχύν om. H 26 τε GUF: γε HL αὖθις L 27 πυκνώσεσι H)

v.2.p.206
τὸν εἰς βοήθειαν καὶ βλάβην ἔλεγχον ἐναργῶς διασυνίστησιν.

ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι τῶν ὄντων σχεδὸν ἐξ αὑτοῦ καὶ καθ’ αὑτὸ νενόηται τὸ παράπαν οὐδέν, τῇ δὲ πρὸς τὸ ἐναντίον παραθέσει δοκιμάζεται, οἷον τὸ μικρὸν παρὰ τὸ μέγα, τὸ ξηρὸν παρὰ τὸ ὑγρόν, παρὰ τὸ ψυχρὸν τὸ θερμόν, παρὰ τὸ βαρὺ τὸ κοῦφον, τὸ μέλαν παρὰ τὸ λευκόν, τὸ ἀσθενὲς παρὰ τὸ ἰσχυρόν, τὰ ὀλίγα παρὰ τὰ πολλά.

κατὰ τὸ παραπλήσιον μέντοι καὶ ὅσα ἐπ’ ἀρετὴν ἢ κακίαν ἀναφέρεται, τὰ ὠφέλιμα διὰ τῶν βλαβερῶν γνωρίζεται, τὰ καλὰ τῇ τῶν αἰσχρῶν ἀντιθέσει, τὰ δίκαια καὶ κοινῶς ἀγαθὰ τῇ τῶν ἀδίκων καὶ κακῶν παραθέσει, καὶ πάντα μέντοι τὰ ἄλλα ὅσα ἐν κόσμῳ σκοπῶν ἄν τις εὕροι κατὰ τὸν αὐτὸν τύπον λαμβάνοντα τὴν ἐπίκρισιν· ἐξ ἑαυτοῦ μὲν γὰρ ἕκαστον ἀκατάληπτον, ἐκ δὲ τῆς πρὸς ἕτερον συγκρίσεως γνωρίζεσθαι δοκεῖ.

τὸ δὲ μὴ ἑαυτῷ μαρτυρεῖν ἱκανόν, τῆς δὲ ἀφ’ ἑτέρου χρῇζον συνηγορίας, ἀβέβαιον εἰς πίστιν· ὥστε καὶ ταύτῃ τοὺς εὐχερῶς ὁμολογοῦντας ἢ ἀρνουμένους περὶ παντὸς οὑτινοσοῦν ἐλέγχεσθαι.

καὶ τί θαυμαστόν; προσωτέρω γάρ τις χωρήσας τῶν πραγμάτων καὶ εἱλικρινέστερον αὐτὰ αὐγασάμενος εἴσεται τοῦθ’, ὅτι ἓν οὐδὲν καθ’ ἁπλῆν ἡμῖν τὴν ἑαυτοῦ προσπίπτει φύσιν, ἀλλὰ πάντα μίξεις πολυπλοκωτάτας

ἔχοντα καὶ κράσεις. αὐτίκα τῶν χρωμάτων ἀντιλαμβανόμεθα πῶς; ἆρ’ οὐ σὺν ἀέρι καὶ φωτί, τοῖς ἐκτός, καὶ τῷ κατ’ αὐτὴν τὴν ὄψιν ὑγρῷ; γλυκὺ δὲ καὶ πικρὸν τίνα τρόπον δοκιμάζεται; μὴ δίχα τῶν καθ’ ἡμᾶς αὐτοὺς ἐνστομίων χυλῶν ὅσοι κατὰ φύσιν ἢ παρὰ φύσιν; οὐ δήπου; τί δ’; αἱ ἀπὸ τῶν ἐπιθυμιωμένων ὀσμαὶ μὴ τὰς ἁπλᾶς καὶ εἱλικρινεῖς τῶν σωμάτων φύσεις παριστᾶσιν; ἢ τὰς κεκραμένας ἔκ τε αὐτῶν καὶ ἀέρος, ἔστι δ’ ὅτε καὶ τοῦ τήκοντος τὰ σώματα πυρὸς [*](1 τὸν] τῶν U συνίστησιν Her 2 οὐδ’ Η αὐτοῦ codd. 3 αυι ίο G2Hh αὑτὸν G1UF Her 4 δικάζεται coni. Mang. οἶον] οἵ Η 4. 5 τὸ θερμὸν παρὰ τὸ ψυχρόν, τὸ ξηρόν παρὰ τὸ ὑγρὸν transpos. Her 5. 6 τὸ λευκὸν παρὰ τὸ μέλαν Her 6 τὸ ὀλίγον παρά τὸ πολύ, τὸ ἀσθενὲς παρὰ τό ἰσχυρόν transpos. et τό πλῆθος παρὰ τὸν τόπον, παρὰ τὴν δύναμιν ιὸ φορτίον, πρὸς τὴν διάθεσιν αἱ ἡδοναὶ καὶ λῦπαι add. Her 7 μέντοι om. Her κἀν τοῖς ὅσα conicio ἢ] ἡ G, ἡ καὶ V 8 ἐγνωρίζετο Her 10 μέντοι] τοίνυν Her dXXo] καλὰ H 11 tuttov] τρόπον conicio 12 γάρ om- Her 13 — 16 τὸ δἑ-θαυμαστὸν om. Her 15 οὑτινοσοῦν Arnim: οὗτινος codd. 17 τοῦτο H Her 19 καὶ κράσεις ἔχοντα Her 22 χιλῶν G, χυλῶν δὲ v κατὰ] τε κατὰ Ηer ἥ παρά φύσιν om. H 23. 24 ἁπλῶς εἰλικρινεῖς Her 24 καὶ add. Maug. παριστῶσιν H) [*](13. 14 Anton Mel. I 22 col. 845 τὸ μὴ ἑαυτὸμ—πίστιν.)

v.2.p.207
καὶ τῆς κατὰ τοὺς μυκτῆρας δυνάμεως;

ἐκ δὴ τούτων συνάγεται, ὅτι οὔτε χρωμάτων ἀντιλαμβανόμεθα, ἀλλὰ τοῦ συνισταμένου κράματος ἔκ τε τῶν ὑποκειμένων καὶ φωτός, οὔτε ὀσμῶν, ἀλλὰ μίγματος, ὅπερ συνέστη διά τε τοῦ ῥυέντος ἀπὸ τῶν σωμάτων καὶ τοῦ πανδεχοῦς ἀέρος, οὔτε χυλῶν, ἀλλὰ τοῦ γενομένου διά τε τοῦ προσιόντος γευστοῦ καὶ τῆς κατὰ τὸ στόμα ὑγρᾶς οὐσίας.

τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον εὐήθειαν ἢ προπέτειαν ἢ ἀλαζονείαν ἄξιον καταγινώσκειν τῶν ἢ ὁμολογεῖν ἢ ἀρνεῖσθαι περὶ παντὸς οὑτινοσοῦν ῥᾳδίως ὑπομενόντων. εἰ μὲν γὰρ αἱ ἁπλαῖ δυνάμεις ἐκποδών, αἱ δὲ μικταὶ καὶ ἐκ πλειόνων συνηρανισμέναι προῦπτοι, ἀμήχανον δὲ καὶ τὰς ἀοράτους ἰδεῖν καὶ διὰ τῶν κεκραμένων τὸν ἑκάστης τῶν συνερανισθεισῶν τύπον ἰδίᾳ κατανοῆσαι, τί ἂν εἴη λοιπὸν ἢ τὸ ἐπέχειν [ἀναγκαῖον];

ἐκεῖνα δ’ ἡμᾶς οὐ παρακαλεῖ μὴ λίαν τοῖς ἀφανέσι προπιστεύειν, ἃ σχεδὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνακέχυται κοινὸν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις ἐπάγοντα τὸν ἐκ τοῦ κρίνειν ὄλισθον; τίνα οὖν ταῦτ’ ἐστίν; ἀγωγαὶ δήπουθεν αἱ ἐκ παίδων καὶ ἔθη πάτρια καὶ παλαιοὶ νόμοι, ὧν ἓν οὐδὲν ὁμολογεῖται ταὐτὸν εἶναι παρὰ πᾶσιν, ἀλλὰ κατὰ χώρας καὶ ἔθνη καὶ πόλεις, μᾶλλον δὲ καὶ κατὰ κώμην καὶ οἰκίαν ἑκάστην, ἄνδρα μὲν οὖν καὶ γυναῖκα καὶ νήπιον παῖδα τοῖς ὅλοις διακέκριται·

τὰ γοῦν αἰσχρὰ παρ’ ἡμῖν ἑτέροις καλά, καὶ τὰ πρέποντα ἀπρεπῆ, καὶ τὰ δίκαια ἄδικα, καὶ ἀνόσια μὲν τὰ ὅσια, νόμιμα δ’ αὖ τὰ παράνομα, ἔτι δὲ ψεκτὰ τὰ ἐπαινετὰ καὶ ὑπόδικα τὰ τιμῆς ἄξια καὶ ὅσα ἄλλα ἐναντία ταῦτα νομίζουσι.

καὶ τί δεῖ μακρηγορεῖν τὸν ὑπὸ ἑτέρων ἀναγκαιοτέρων μεθελκόμενον; εἰ μέντοι βουληθείη τις ὑπὸ μηδεμιᾶς ἄλλης καινοτέρας θέας ἀγόμενος, ἐνευκαιρήσας τῷ προτεθέντι κεφαλαίῳ τὰς ἑκάστων ἀγωγὰς [*](2 οὔτε] ὅτι G1 ἀντιλαμβάνει HL1 2. 3 τοῦ—ἀλλὰ om. Η 3 καὶ om. G 4 ῥυόντος H 4. 5 πανδεχοῦς—τε τοῦ om. G 5 οὔτε] οὔτε δὴ Her 6 στόμα] σῶμα L δὴ scripsi: ἤδη codd., δὲ ἡδῆ Her 7 — 12 εὐή- θειαν — κατανοῆσαι om. Her 9 εἰ μὴ καὶ ἁπλῶς HL1 καὶ] καὶ αἱ G 10 ωνηραdναι G1F, συνηραμμέναι L2, συνερραμμέναι G2 φροῦδοι Turn. ἀοράτων F II κεκραμμένων Η ἑκάστη U συνηῥ νισθεισῶν U 12 ἀναγκαῖον secl. Cohn ἐκεῖνα Mang. : ἐκεῖνο GUF Her, ἐκεῖ H 13 προπιστεύειν Turn.: προσπιστεύειν codd., πιστεύειν Her κατὰ] ἀνά L 14. 15 ἐπάγοντα Her: ἐπαγαγόντα codd. 15 τὸν] τὴν -Her δήπουθεν om. Her 16 παλαιοὶ om. Her 16. 17 ἓν-ἔτη om. F 18. 19 πόλεις καὶ κώμας καὶ οἰκίας, ἄνδρας τε καὶ γυναῖκας καὶ νήπια· τὰ γοῦν Her 19 ὅλων H, ἄλλοις L 21 ὅσια] ἀνόσια Η παρανόμιμα H tertium τὰ om. G1 22 τῆς τιμῆς Her ἐναντία om. U Her ταὐτά coni. Mang., τοιαῦτα conicio 24 ἄλλο et litt. evanida in F 25 ἐνερευνήσας L προθέντι F, εἰρημένῳ Her)

v.2.p.208
καὶ ἔθη καὶ νόμους ἐπιέναι χωρῶν, ἐθνῶν, πόλεων, τόπων, ὑπηκόων ἡγεμόνων, ἐνδόξων ἀδόξων, ἐλευθέρων οἰκετῶν, ἰδιωτῶν ἐπιστημόνων, οὐχ ἡμέραν μίαν οὐδὲ δύο, ἀλλὰ οὐδὲ μῆνα ἢ ἐνιαυτόν, τὸν δὲ ἅπαντα ἑαυτοῦ κατατρίψει βίον, κἂν αἰῶνι χρήσηται μακρῷ, καὶ οὐδὲν ἧττον πολλὰ ἀδιερεύνητα καὶ ἀπερίσκεπτα καὶ ἄφωνα λήσει καταλιπών.

οὐκοῦν ἄλλων παρ’ ἄλλοις οὐ βραχεῖ μόνον διεστηκότων, ἀλλὰ καὶ τοῖς ὅλοις ἀπᾳδόντων, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀνάγκη καὶ τὰς προσπιπτούσας

διαφέρειν φαντασίας καὶ τὰς κρίσεις ἀλλήλαις πεπολεμῶσθαι. ὧν ὑπαρχόντων τίς οὕτως ἔκφρων ἐστὶ καὶ παράληρος, ὡς φάναι παγίως, ὅτι τὸ τοιόνδε ἐστὶ δίκαιον ἢ φρόνιμον ἢ καλὸν ἢ συμφέρον; ὃ γὰρ ἂν οὗτος ὁρίσῃ, τἀναντία μεμελετηκὼς ἐκ παίδων ἕτερος ἀκυρώσει.

ἐγὼ δ’ οὐ τεθαύμακα, εἰ πεφορημένος καὶ μιγὰς ὄχλος, ἐθῶν καὶ νόμων τῶν ὁπωσοῦν εἰσηγμένων ἀκλεὴς δοῦλος, ἀπ’ αὐτῶν ἔτι σπαργάνων ὑπακούειν ὡς ἂν δεσποτῶν ἢ τυράννων ἐκμαθών, κατακεκονδυλισμένος τὴν ψυχὴν καὶ μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μὴ δυνάμενος πιστεύει τοῖς ἅπαξ παραδοθεῖσι καὶ τὸν νοῦν ἐάσας ἀγύμναστον ἀδιερευνήτοις καὶ ἀνεξετάστοις συναινέσεσί τε καὶ ἀρνήσεσι χρῆται, ἀλλ’ εἰ καὶ τῶν λεγομένων φιλοσόφων ἡ πληθὺς τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ ἀψευδὲς ἐπιμορφάζουσα θηρᾶν κατὰ στίφη καὶ λόχους διακέκριται καὶ δόγματα ἀσύμφωνα, πολλάκις δὲ καὶ ἐναντία οὐ περὶ ἑνὸς τίθεται τοῦ τυχόντος, ἀλλὰ σχεδὸν περὶ πάντων μικρῶν τε καὶ μεγάλων, ἐν οἷς αἱ ζητήσεις συνίστανται·

οἱ γὰρ ἄπειρον τὸ πᾶν εἰσηγούμενοι τοῖς πεπερασμένον εἶναι λέγουσιν ἢ οἱ τὸν κόσμον ἀγένητον τοῖς γενητὸν [*](1 τε καὶ ἔθη Her πόλεων ἐθνῶν τόπων F πόλεων τόπων GU Her: τόπων πόλεων H 1. 2 ἡγεμόνων ὑπηκόων Her 2 ἐπιστημόνων ἰδιωτῶν Ηer 3 ἀλλὰ οm. H 4 αὐτοῦ G κἅν—μακρῷ om. Her χρήσαιτο Η καὶ delevi vult. Cohn 5 καὶ ἄφωνα om. Her ἀφανῆ coni. Mang. 6 βραχύ Turn. Her 7 προπιπτούσας HL 8 πεπολεμῆσθαι U 9 παγίως] βεβαίως Her 10 ποιὸν δέ G1F Her ἥ καλὸν om. Her 1 1 post ὁρίση add. ὁ Her ἐκ παίδων μεμελετηκὼς Her 11. 12 ἀκυριὑσει καὶ οὐ θαυμαστόν, εἰ Her 12 δὲ H οὐ] οὔτε F συμπεφορημένος V 14 ὑπακούειν] μὴ ἀκούειν Η 16 παραδοθεῖσιν ἅπαξ Ηer 17 συνέσεσί Ηer 17 — 19 ἀλλ’ ἤδη καὶ τῶν φιλοσόφων ἡ πληθὺς μὴ δυνηθεῖσα τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ ἀψευδἐς ἐξευρεῖν κατὰ Ηer 19 θήρα U 20 τίθεται scripsi: τίθενται codd. 21 ρικρῶν- ἐν om. Her 22 συνίσταται U 22. 23 πεπερασμένοις Η 23 λέγων Η post λέγουσιν add. ἀντιφέρονται Her ἡ] καὶ Her ἀγέννητον H γεννητὸν Η, γεγενημένον U Her) [*](15 Demo.sthenes or. Olynth. III32: ἔστι δ’ οὐδέποτ’, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας.)

v.2.p.209
ἀποφαινομένοις ἢ οἱ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἀλόγου καὶ ἀπαυτοματιζούσης ἐξάψαντες φορᾶς τοῖς ὑπολαμβάνουσι πρόνοιαν καὶ ἐπιμέλειαν ὅλου καὶ τῶν μερῶν θαυμαστήν τιν’ εἶναι ἡνιοχοῦντος καὶ κυβερνῶντος ἀπταίστως καὶ σωτηρίως θεοῦ πῶς ἂν δύναιντο τὰς αὐτὰς καταλήψεις τῶν ὑποκειμένων ποιεῖσθαι πραγμάτων;

αἱ δὲ περὶ τὴν τἀγαθοῦ σκέψιν φαντασίαι ἆρ’ οὐκ ἐπέχειν μᾶλλον ἢ ὁμολογεῖν βιάζονται τῶν μὲν ἀγαθὸν εἶναι νομιζόντων μόνον τὸ καλὸν καὶ θησαυριζομένων αὐτὸ ἐν ψυχῇ, τῶν δὲ πρὸς πλείω κατακερματιζόντων καὶ ἄχρι σώματος καὶ τῶν ἐκτὸς ἀποτεινόντων;