De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸ παραπλήσιον οὖν ἐν ψυχῇ πάντως ἄγνοια ἐργάζεται τὰ βλέποντα καὶ ἀκούοντα αὐτῆς λυμαινομένη καὶ μήτε φῶς μήτε λόγον παρεισελθεῖν ἐῶσα, τὸν μέν, ἵνα μὴ διδάξῃ, τὸ δέ, ἵνα μὴ δείξῃ τὰ ὄντα, βαθὺ δὲ σκότος καὶ πολλὴν ἀλογίαν καταχέασα κωφὴν λίθον τὸ περικαλλέστατον εἶδος ψυχῆς εἰργάσατο.

καὶ γὰρ τῇ ἀγνοίᾳ τὸ ἐναντίον, ἡ ἐπιστήμη, τρόπον τινὰ ψυχῆς καὶ ὀφθαλμοὶ καὶ ὦτά ἐστι· καὶ γὰρ τοῖς λεγομένοις προσέχει τὸν νοῦν καὶ καταθεᾶται τὰ ὄντα καὶ οὐδὲν οὔτε παρορᾶν οὔτε παρακούειν ὑπομένει, πάντα δ’ ὅσα ἀκοῆς καὶ θέας ἄξια περισκοπεῖ καὶ περιβλέπεται, κἂν εἰ πεζεύειν καὶ πλεῖν δεῖ, γῆς καὶ θαλάττης ἄχρι τῶν περάτων ἀφικνεῖται, ἵνα ἴδῃ τι πλέον ἢ ἀκούσῃ καινότερον.

ἀοκνότατον γὰρ ὁ ἐπιστήμης ἔρως, ἐχθρὸς μὲν ὕπνου, φίλος δὲ ἐγρηγόρσεως· διανιστὰς οὖν καὶ ἀνεγείρων καὶ παραθήγων ἀεὶ διάνοιαν πανταχόσε περιφοιτᾶν ἀναγκάζει λίχνον ἀκοῆς ἐργαζόμενος καὶ μαθήσεως δίψαν ἄληκτον ἐντήκων.

οὐκοῦν ἐπιστήμη μὲν τὸ βλέπειν καὶ ἀκούειν περιποιεῖ, δι’ ὧν αἱ κατορθώσεις· ὁ γὰρ ἰδὼν καὶ ἀκούσας, γνοὺς τὸ συμφέρον, τὸ μὲν ἑλόμενος, τὸ δὲ ἐναντίον ἀποστραφεὶς ὠφέληται. [*](1 μόνον G 2 μικρῶ GU 3 κεκωφωμένοι F 6 μηκέτι Η 8 ἅς] αἲ H ὁλοκλήρου Η 9 εἰς ἅπαν UFII 10 πάντως Turn.: πάνθ’ ὅσα codd. ἄγνοια U: ἄγνοιαν GFH 12 prius μὴ otn. G prius δέ om. Η δὲ καὶ σκότος Η 13 ἀλογιιαν] αἰγιιαν Η καταχέουσα F κωφὸν U (?) v εἶδοβς ψυχῆς H, εἶδος Φυχῆς v 15 τῶν λεγομένων H προσέχει U: προσέχειν GUF 16 καταθεᾶσθαι G2 19 ἀφικνῆται G πλέον Cohn: πλεῖον codd. 19. 20 ἀοκνότατον U: ἀοκνόττ, ἀοκνότατος GF 21 διαναστάς G αἰεὶ F 22 ἀκοὴν IIL 23 ἐπιστήμην GF 24 post ἀκούσας add. καὶ πειραθεὶς D καὶ γνοὺς G2, καὶ νοῦς G’ 25 όφελεὶται D) [*](24 — 201,5 DK fol. 227r Φίλωνος ἐκ τοῦ περὶ μέθης: ὁ ἰδὼν -ἐπιβουλεύεται.)

v.2.p.201
ἄγνοια δὲ χαλεπωτέραν τῆς ἐν τῷ σώματι πήρωσιν ἐπιφέρουσα τῇ ψυχῇ πάντων ἁμαρτημάτων αἰτία γίνεται, μηδὲν μήτ’ ἐκ τοῦ προϊδέσθαι μήτ’ ἐκ τοῦ προακοῦσαι δυναμένη λαβεῖν ἔξωθεν βοήθημα· διὰ γοῦν τὴν πολλὴν ἐρημίαν ἑαυτῆς ἀφρούρητος καὶ ἀφύλακτος ἐαθεῖσα [καὶ] πρὸς τῶν ἐπιτυχόντων ἀνθρώπων τε ὁμοῦ καὶ πραγμάτων ἐπιβουλεύεται.