De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
εἰκότως οὖν ἀποκρίνεται πρὸς τὸν νεωτεροποιὸν καὶ γέλωτα τιθέμενον τὸν σεμνὸν καὶ αὐστηρὸν αὐτῆς βίον· ὦ θαυμάσιε, „γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον κυρίου“ (I Reg. 1,15)· παμπόλλη γε παρρησία τῆς ψυχῆς, ἣ τῶν χαρίτων τοῦ θεοῦ πεπλήρωται.
πρῶτον μέν γε „σκληρὰν ἡμέραν“ εἶπεν ἑαυτὴν πρὸς τὸ χλευάζον ἀπιδοῦσα παιδάριον—τούτῳ [*](1 λήψει FL προμηθεία H: προμηθία G, προμήθεια U, προμηθείου F ταξιάρχου om. Η 2 δὲ Η 3 ἰατρεία H 5 εἶναι om. Η νομίζει F γέγονεν GUF: γενόμενος HL 6 ἄννας Η, ἀνθρωπίνης v 7 prius ἡ om. F λιποτακτῆσαι G: λειποτακτῆσαι UFH 9 ἀνοργιάστων G2H: ἀνεργάστων G1UF 10 παροινεῖν scripsi: παρακινεῖν codd., παρανοεῖν coni. Mang. 14 ἐξοιστρεῖν HL 15 ἀνακαιούσης coni. Mang. 16 τὰ ἔξω v οὗ] ὧν U 17 ὑπετόπησαν GL 19 δεξάμενος H 21 νεωτερισμὸν ΗL τιθέμενον scripsi: οἰόμενον G, τίθεσθαι οἰόμενον UFH 23 πέποκα F 24 περιουσία HL 25 γε] γὰρ conicio 26 ἀπιδοῦσαν G, ἀποδιδοῦσα U) [*](18. 19 N fol. 187r τὰ ἀγαθὰ—δεξάμενοι.)
εἶτα οἶνον καὶ μέθυσμα οὔ φησι προσενέγκασθαι τῷ συνεχῶς καὶ παρὰ πάντα τὸν βίον νήφειν ἐπαυχοῦσα· καὶ γὰρ ὄντως ἀφέτῳ καὶ ἐλευθεριάζοντι καὶ καθαρῷ χρῆσθαι λογισμῷ πρὸς μηδενὸς πάθους παροινουμένῳ μέγα καὶ θαυμαστὸν ἦν ἔργον.
ἐκ τούτου δὲ συμβαίνει νήψεως ἀκράτου τὸν νοῦν ἐμφορηθέντα σπονδὴν ὅλον δι’ ὅλων γίνεσθαί τε καὶ σπένδεσθαι θεῷ· τί γὰρ ἦν τὸ „ἐκχεῶ τὴν ψυχήν μου ἐναντίον κυρίου“ ἢ σύμπασαν αὐτὴν ἀνιερώσω, δεσμὰ μὲν οἷς πρότερον ἐσφίγγετο, ἃ περιῆψαν αἱ τοῦ θνητοῦ βίου κεναὶ σπουδαί, πάντα λύσας, προαγαγὼν δὲ ἔξω καὶ τείνας καὶ ἀναχέας τοσοῦτον, ὡς καὶ τῶν τοῦ παντὸς ἅψασθαι περάτων καὶ πρὸς τὴν τοῦ ἀγενήτου παγκάλην καὶ ἀοίδιμον θέαν ἐπειχθῆναι;