De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
Τὰ μὲν τοῖς ἄλλοις φιλοσόφοις εἰρημένα περὶ μέθης, ὡς οἷόν [*](Ι p. 357) τε ἦν, ἐν τῇ πρὸ ταύτης ὑπεμνήσαμεν βίβλῳ, νυνὶ δὲ ἐπισκεψώμεθα τίνα τῷ πάντα μεγάλῳ καὶ σοφῷ νομοθέτῃ περὶ αὐτῆς δοκεῖ.
πολλαχοῦ γὰρ τῆς νομοθεσίας οἴνου καὶ τοῦ γεννῶντος φυτοῦ τὸν οἶνον ἀμπέλου διαμέμνηται· καὶ τοῖς μὲν ἐμπίνειν ἐπιτρέπει, τοῖς δ’ οὐκ ἐφίησι, καὶ τοῖς αὐτοῖς ἔστιν ὅτε προστάττει τἀναντία, οἴνῳ χρῆσθαί τε καὶ μή. οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν μεγάλην εὐχὴν εὐξάμενοι (Num. 6, 2 sqq.), οἷς δὲ ἀκράτῳ χρῆσθαι ἀπείρηται οἱ λειτουργοῦντες ἱερεῖς (Lev. 10, 9), οἱ δὲ προσφερόμενοι τὸν οἶνον μυρίοι τῶν ἐπ’ ἀρετῇ μάλιστα καὶ παρ’ αὐτῷ τεθαυμασμένων.
πρὶν δὲ περὶ τούτων ἄρξασθαι λέγειν, τὰ συντείνοντα πρὸς τὰς κατασκευὰς αὐτῶν ἀκριβωτέον. ἔστι δ’ ὥς γ’ οἶμαι
τάδε· σύμβολον τὸν ἄκρατον Μωυσῆς οὐχ ἑνὸς ἀλλὰ πλειόνων εἶναι νομίζει, τοῦ ληρεῖν καὶ παραπαίειν, ἀναισθησίας παντελοῦς, ἀπληστίας ἀκορέστου καὶ δυσαρέστου ἐπιθυμίας καὶ εὐφροσύνης τῆς τἄλλα περιεχούσης καὶ πᾶσι τοῖς εἰρημένοις ἐμφαινομένης γυμνότητος, ᾗ τὸν Νῶε μεθυσθέντα φησὶ χρήσασθαι. τὸν μὲν οὖν οἶνον λέγεται ταῦτα ἐργάζεσθαι. μυρίοι δὲ καὶ τῶν οὐ προσαψαμένων ἀκράτου νήφειν ὑπολαμβάνοντες τοῖς ὁμοίοις ἁλίσκονται·
καὶ ἔστιν ἰδεῖν τοὺς μὲν αὐτῶν [*](φίλωνος περὶ μέθης G, φίλωνος σοφοῦ ἰουδαίου περὶ μέθης λόγος ιβ' U, περὶ μέθης τοῦ αὐτοῦ λόγος πρῶτος F, περὶ μέθης Η 2 ἐπισκεψώμεθα FH: ἐπισκεψόμεθα GU 4 γενῶντος Η 6 ἐστι H ὅτε — τε om., scd liu. 8 post ἀκράτῳ inserit verba ἐστιν ὅτε — καὶ μὴ Η κεχρῆσθαι καὶ Η, με χρῆσθαι καὶ L 7 οὗτοι] ὅτι F 8 δὲ om. Η ἱερεῖς GUFL2: αὐτοῖς HL i 9 μάλιστα τῶν ἐπ’ ἀρετὴ H 11 δὲ Η γ’ om. H 12 τῶδε Η, om. L σύμβουλον U 14 ἐπιθυμίας Mang.: εὐθυμίας codd. ἀφροσύνης F 15 #x003E; πᾶσι couicio ἐμφερομένης conicio 17 μυρίοις U)
τοῦ μὲν οὖν ληρεῖν αἴτιον ἡ ἐπιζήμιος ἀπαιδευσία—λέγω δ’ οὐ τὴν παιδείας ἀνεπιστημοσύνην, ἀλλὰ τὴν πρὸς αὐτὴν ἀλλοτρίωσιν—, τοῦ δ’ ἀναισθητεῖν ἡ ἐπίβουλος καὶ πηρὸς ἄγνοια, ἀπληστίας δὲ ἡ ἀργαλεωτάτη παθῶν ψυχῆς ἐπιθυμία, εὐφροσύνης δὲ κτῆσις ὁμοῦ καὶ χρῆσις ἀρετῆς, γυμνότητος μέντοι πολλά, ἄγνοια τῶν ἐναντίων, ἀκακία καὶ ἀφέλεια ἠθῶν, ἀλήθεια ἡ τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια ἄγουσα δύναμις, τῇ μὲν ἀπαμπίσχουσα ἀρετήν, τῇ δὲ κακίαν ἐν μέρει· ἅμα μὲν γὰρ οὐχ
οἷον ἀποδύσασθαι, ἀλλ’ οὐδ’ ἐνσκευάσασθαι ταύτας δυνατόν· ἐπειδὰν δέ τις ἀπορρίψῃ τὴν ἑτέραν, ἐξ ἀνάγκης τὴν ἐναντίαν ἀναλαβὼν ἐπαμπίσχεται.
ὥσπερ γὰρ ἡδονὴν καὶ ἀλγηδόνα φύσει μαχομένας, ὡς ὁ παλαιὸς λόγος, εἰς μίαν κορυφὴν συνάψας ὁ θεὸς ἑκατέρας αἴσθησιν οὐκ ἐν ταὐτῷ, διαλλάττουσι δὲ χρόνοις ἐνειργάσατο κατὰ τὴν φυγὴν τῆς ἑτέρας κάθοδον τῇ ἐναντίᾳ ψηφισάμενος, οὕτως ἀπὸ μιᾶς ῥίζης τοῦ ἡγεμονικοῦ τά τε ἀρετῆς καὶ κακίας διττὰ ἀνέδραμεν ἔρνη μήτε βλαστάνοντα μήτε καρποφοροῦντα ἐν ταὐτῷ·
ὁπότε μὲν γὰρ φυλλορροεῖ καὶ ἀφαυαίνεται θάτερον, ἄρχεται ἀναβλαστάνειν καὶ χλοηφορεῖν τὸ ἐναντίον, ὡς ὑπολαβεῖν, ὅτι ἑκάτερον τῇ θατέρου δυσχεραῖνον εὐπραγίᾳ στέλλεται. δι’ ἣν αἰτίαν φυσικώτατα τὴν Ἰακὼβ ἔξοδον εἴσοδον Ἠσαῦ παρίστησιν· „ἐγένετο“ γάρ φησιν „ὅσον ἐξῆλθεν Ἰακώβ, ἧκεν Ἠσαῦ ὁ ἀδελφὸς αὐτοῦ“ (Gen. 27, 30)·
μέχρι μὲν γὰρ ἐνσχολάζει καὶ ἐμπεριπατεῖ τῇ ψυχῇ φρόνησις, ὑπερόριος πᾶς [*](1 εὐφραίνοντας F παντελῆ F 1.2 κατισχημένους F, κατεχομένους II 2 ἀεὶ GF 3 χρείαν G γανουμένους FH: γαννουμένους G, γεγανωμένους U ἀφραινομένους F 5. 6 ἀλλὰ—ἄγνοια oin. H 7 ἀφροσύνης FL2 8 γυμνότης GH 8. 9 τῶν ἀγαθῶν καὶ #x003E; ἐναντίων conicio 9 κακία L ἐσκιασμένων Turn. 10 ἀπαμπίσχουσα scripsi: ἀπανπιούση F, ἅπαν πιούσῃ U, ἅπα lac. 3 litt. G, ἅπαν ποιούση ὕσῃ H, ἀπαμφιάσασα Maug. 10. 11 τῇ—μέρει add. 11. 12 οὐδὲν σκευάσασθαι G 12 ταύτας om. H δέ om. G 13 ἐπαμπίσχεται scripsi: ἐπαμπίσεται GU, ἀπαμπίσεται F, ἅπαν πίεται Η, ἐπαμφίσκεται Mang. 16 ψησάμενος G 18 ἐνέδραμεν L prius μήτε] μήποτε Η 19 φυλοροεῖ U 21 δι’ ἣν H2 in ras. et δὲ add., rursus del. φυσικώτατα scripsi: φυσικωτάτην codd. 22 τὴν om. F 24 περιπατεῖ F πᾶς om. L) [*](9. 10 DR fol. 72v ἐκ τοῦ περὶ μέθης β΄ κεφ α (Anton. Mel. I 21 col. 843): ἀλήθειά ἐστιν ἡ τὰ—δύναμις.)
Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν· τὴν τοίνυν ἀπαιδευσίαν τοῦ ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον.
ἀπαιδευσία γὰρ τῶν ψυχῆς ἁμαρτημάτων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ ἀρχέκακον, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ῥέουσιν αἱ τοῦ βίου πράξεις, πότιμον μὲν καὶ σωτήριον οὐδὲν οὐδενὶ νᾶμα ἐκδιδοῦσα τὸ παράπαν, ἁλμυρὸν δὲ νόσου καὶ φθορᾶς τοῖς χρησομένοις αἴτιον.
οὕτως γοῦν κατὰ ἀναγώγων καὶ ἀπαιδεύτων ὁ νομοθέτης φονᾷ, ὡς κατ’ οὐδενὸς ἴσως ἑτέρου. τεκμήριον δέ· τίνες εἰσὶν οἱ μὴ ἐπιτηδεύσει μᾶλλον ἢ φύσει σύμμαχοι παρά τε ἀνθρώποις καὶ ἐν τοῖς ἄλλοις γένεσι τῶν ζῴων; ἀλλ’ οὐδὲ μανεὶς ἑτέρους ἂν εἴποι τις ἢ τοὺς τοκέας εἶναι· κήδεται γὰρ ἀδιδάκτῳ τῇ φύσει τὸ πεποιηκὸς αἰεὶ τοῦ γενομένου, καὶ σωτηρίας
αὐτοῦ καὶ διαμονῆς τῆς εἰσάπαν πρόνοιαν ἔχει. τοὺς οὖν ἐκ φύσεως συναγωνιστὰς ὑπάρχοντας εἰς ἐχθρῶν μετελθεῖν τάξιν ἐσπούδασε κατηγόρους ἐπιστήσας τοὺς δεόντως ἂν συναγορεύοντας, πατέρα καὶ μητέρα, ἵν’ ὑφ’ ὧν εἰκὸς ἦν σῴζεσθαι μόνων παραπόλωνται· „ἐὰν γάρ τινι“ φησίν „υἱὸς ᾖ ἀπειθὴς καὶ ἐρεθιστὴς οὐχ ὑπακούων φωνῆς πατρὸς καὶ μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν, συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ ἐξάξουσιν εἰς τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν· ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐκ [*](5 προσαποδόσωμεν H 5. 6 τοῦ ἁ ἀρξάμενοι H 6 τὴν Turn.: τῆς codd. ἀπαιδευσίαν G: ἀπαιδευσίας UFH τοῦ add. Richter (cf. D) 9 πηγῆς] γῆς G 10 πράξεις] παραβάσεις coni. Mang. οὐδὲν om. D ἐκδιδοῦσα GD: ἐκδιδοῦσαι FH, ἐκδιδοῦται U 11 χρησομένοις D: χρησαμένοις codd. 12 φονᾶ G2: φωνὰ G1UFH 12—14 ὡς—σύμμαχοι σύμμαχοι om. H 15 κήδεται] κείσεται L 16 αἰεὶ UF: ἀεὶ GH 17 εἰς ἅπαν U οὖν om. F 19 δεόντως F: δὲ ὄντως GUH συναγορεύοντας scripsi: συναγορεύοντα F, συναγορεύσοντας GUH 20 παραπόλλωνται FL 21 ἀπειθὴς—φωνῆς om. U 22 καὶ μητρὸς om. G παιδεύουσιν G 25 καὶ post ἐρεθίζει add. H) [*](6—11 DR fol. 73v τοῦ αὐτοῦ περὶ μέθης β τος: τοῦ ληρεῖν αἴτιον ἡ ἐπιζήμιος τοῦ αὐτοῦ: ἀπαιδευσία τῶν τῆς ψυχῆς ἁμαρτημάτων τὸ ἀρχέκακον—αἴτιον τοῖς χρη- σομἐνοις.)
οὐκοῦν αἱ κατηγορίαι ἀριθμῷ τέτταρες, ἀπείθεια καὶ ἐρεθισμὸς καὶ συμβολῶν εἰσφορὰ καὶ μέθη. μεγίστη δ’ ἡ τελευταία παραύξησιν ἀπὸ τῆς πρώτης ἀπειθείας λαβοῦσα· ἀρξαμένη γὰρ ἀφηνιάζειν ἡ ψυχὴ καὶ προελθοῦσα διὰ ἔριδος καὶ φιλονεικίας ἐπὶ ὕστατον ὅρον ἔρχεται, μέθην, τὴν ἐκστάσεως καὶ παραφροσύνης αἰτίαν. ἑκάστης δὲ τῶν κατηγοριῶν τὴν δύναμιν ἰδεῖν ἀναγκαῖον τὴν ἀρχὴν ἀπὸ τῆς πρώτης λαβόντας.
ἀνωμολόγηται τοίνυν περιφανῶς, ὅτι τὸ εἴκειν καὶ πειθαρχεῖν ἀρετῇ καλὸν καὶ συμφέρον, ὥστε τὸ ἀπειθεῖν ἔμπαλιν αἰσχρὸν καὶ οὐ μετρίως ἀλυσιτελές· τὸ δὲ δὴ καὶ ἐρεθίζειν ὑπερβολὴν πᾶσαν κεχώρηκε τοῦ δεινοῦ· ὁ γὰρ ἀπειθὴς τοῦ φιλέριδος ἧττον μοχθηρός ἐστιν, ὁ μὲν αὐτὸ μόνον τῶν προσταττομένων ἀλογῶν, ὁ δὲ καὶ τοῖς ἐναντίοις ἐγχειρεῖν σπουδὴν πεποιημένος.
φέρε δ’ ὡς ἔχει τοῦτο θεασώμεθα· νόμου κελεύοντος, εἰ τύχοι, τοὺς γονεῖς τιμᾶν, ὁ μὲν μὴ τιμῶν ἀπειθής, ὁ δ’ ἀτιμάζων φίλερις. καὶ πάλιν τοῦ τὴν πατρίδα σῴζειν ὄντος δικαίου τὸν μὲν πρὸς αὐτὸ τοῦτο ὄκνῳ χρώμενον ἀπειθῆ, τὸν δ’ ἔτι καὶ προδιδόναι διεγνωκότα δύσεριν καὶ φιλόνεικον λεκτέον.
ὅ τε μὴ χαριζόμενός τισιν ἐναντιούμενος τῷ φάσκοντι δεῖν ὠφελεῖν ἀπειθεῖ, ὁ δὲ πρὸς τῷ μὴ χαρίζεσθαι καὶ ὅσα βλάβης ἐστὶν ἐμποιῶν ἔριδι ἐπαιρόμενος ἀνίατα ἐξαμαρτάνει. καὶ μὴν ὅ γε ἱερουργίαις καὶ τοῖς ἄλλοις ὅσα πρὸς εὐσέβειαν ἀναφέρεται μὴ χρώμενος ἀπειθεῖ προστάξεσιν, ἃς ὁ νόμος εἴωθε περὶ τούτων προστάττειν, ἀνερεθίζει δ’ ὁ πρὸς τοὐναντίον, ἀσέβειαν, ἀποκλίνας καὶ ἀθεότητος εἰσηγητής.
οἷος ἦν ὁ φάσκων „τίς ἐστιν οὗ ὑπακούσομαι;“ καὶ πάλιν „οὐκ οἶδα τὸν κύριον“ (Exod. 5, 2). διὰ μὲν οὖν τῆς προτέρας φωνῆς παρίστησιν, ὅτι οὐκ ἔστι τὸ θεῖον, διὰ δὲ τῆς ἔπειτα, ὅτι, εἰ καὶ ἔστιν, ἀλλά τοι ἀγνοεῖται, ὅπερ ἐκ τοῦ μὴ προνοεῖν συνάγεται· εἰ γὰρ προὐνόει, κἂν ἐγινώσκετο. [*](2 ἐξαρεῖς Η: ἐξαρεῖς GU, ἐξάρῃς F 4 συμβολῶν Mang.: συμβόλων codd. δὲ G 5 παραύξησιν G. Dindorf in Stepb. Thesauro: παραύξην codd. 6 ἐφ’ G2 7 ἀφροσύνης coni. Mang. 10 prius καὶ om. U ἐμπειθεῖν H 13 ἀλογῶν GUFL2: ἀπειθῶν HL1 15 μὲν μὴ GUF: μὲν Η, μὴ V 17 τὸν] τὸ G1 18 δέ U 19 τῳ] δὲ τῷ y 20 τῷ] τὸ G ἐμποιῶν H: ἐμποιεῖ GUF 22 προστάξεσιν H: προστάξεως G, προστάξεων LF 24 ἦν GUF: ἐστὶν H ὁ om. G 25 ὑπακούσομεν L 28 προενόει U κἄν] καὶ U 28. 174,1 ἐγινώσκετο—τοῦ om. G 28 ἐγίνωσκε τὸ U)
τοῦ ἀρίστου κτήματος μετουσίᾳ, φρονήσεως, ἐπαινετὸν καὶ συμφέρον, ἕνεκα δὲ τῆς τοῦ ἀκροτάτου πάντων κακοῦ, ἀφροσύνης, ἀλυσιτελές τε καὶ ψεκτόν.