De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οὕτως μὲν δὴ καὶ ὁ σοφὸς ἑπόμενος τῇ τοῦ πρώτου καὶ μεγίστου φυτουργοῦ τέχνῃ τὴν γεωργικὴν ἐπιδείκνυται. βούλεται δὲ ὁ ἱερὸς λόγος καὶ τοῖς μήπω τελειωθεῖσιν ἡμῖν, ἔτι δὲ ἐν μέσοις ἀριθμοῖς τῶν λεγομένων καθηκόντων ἐξεταζομένοις, διαπονηθῆναι τὰ γεωργικά· φησὶ γάρ·

„ὅταν εἰσέλθητε πρὸς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ [*](2 ἀναβεκλῶν (sic) F καὶ post ἀνακυκλῶν add. UH2 καθαρμοζόμενος Mang. ὁ] ὁ δὴ L 3 παραλείπων G, παραλιπὼν U 4 ᾐνίξατο coni. Mang. 6 τὸ] τῶ M 7 τὸ om. L περὶ] παρὰ M 8 ἐπ’ H2: om. ceteri 9 ψυχὴ U: κοινὴ MGUF παρέχον G οὖν om. Η 10 ὁ G2H2: om. MG1UH1 οὐδὲ U αὐτοῦ H1, αὑτοῦ H2 12 ὄντων L, #x003E; ὄν τὼς coni. Mang. αἴτιον τελειότατον conicio τελειότητος Η 12. 13 εὐδαιμονοῦσιν M 13 τῶν M 14 ἐνδεὲς scripsi: ἀνενδεὲς codd. ἑκάστων conicio 15 ἐστὶν ἀπὸ εὐθυμίαν M εὐθυμίαν] post εὑ ras. in H εὐδαιμονίαν Η1?) 17 δὴ G ἀποδέδοται coni. Mang. τὸ seclusi 18 τε καὶ τέλος ὑπολαμβάνεσθαι λαμβάνεσθαι scripsi) Mang.: τινα κάλλιστον λαμβάνεσθαι codd. 19 τῶν] τὸν M τελείου U 20 αὐτῶν Η δ’ ἔσθ’ Η: δ’ ἐστὶν MGF, δέ ἐστιν U 21 λέγειν G1 22 οὕτω H priiis καὶ om. M 24 δὲ] δὲ καὶ M 26 πρὸς] εἰς Η ὑμῶν F: om ceteri)

v.2.p.152
καταφυτεύσητε πᾶν ξύλον βρώσεως, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται· τῷ δὲ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ· τῷ δὲ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα αὐτοῦ. ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν„ (Lev. 19, 23 — 25).