De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
βασιλεῖ δὲ πεπιστευκέναι μὴ τῷ μεγέθει τῆς ἀρχῆς ἐπαιρομένῳ πρὸς βλάβας τῶν ὑπηκόων, ἀλλὰ φιλανθρωπίᾳ τὸ ἐνδεὲς ἑκάστῳ ἐπανορθοῦσθαι προαιρουμένῳ, μέγιστόν ἐστι πρὸς εὐθυμίαν καὶ ἀσφάλειαν ἕρκος.
Ἃ τοίνυν ὑπεσχόμεθα, ἤδη σχεδὸν ἀποδέδεικται, [τὸ] φυτὸν μὲν τὸ ἀρχήν τε καὶ τέλος λαμβάνεσθαι τῶν ἁπάντων εἶναι θεόν, χωρίον δὲ τὸ ἀκόλουθον τὸ ἐν μηδενὶ τῶν ἐν γενέσει τέλειον εὑρίσκεσθαι, ἐπ’ αὐτῷ δ’ ἔσθ’ ὅτε χάρισι τοῦ αἰτίου προφαίνεσθαι, καρπὸς δὲ τὸ τὰς τοῦ θεοῦ διαιωνίζειν χάριτας καὶ ὀμβρούσας ἀπαύστως μηδέποτε λήγειν.
οὕτως μὲν δὴ καὶ ὁ σοφὸς ἑπόμενος τῇ τοῦ πρώτου καὶ μεγίστου φυτουργοῦ τέχνῃ τὴν γεωργικὴν ἐπιδείκνυται. βούλεται δὲ ὁ ἱερὸς λόγος καὶ τοῖς μήπω τελειωθεῖσιν ἡμῖν, ἔτι δὲ ἐν μέσοις ἀριθμοῖς τῶν λεγομένων καθηκόντων ἐξεταζομένοις, διαπονηθῆναι τὰ γεωργικά· φησὶ γάρ·
„ὅταν εἰσέλθητε πρὸς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ [*](2 ἀναβεκλῶν (sic) F καὶ post ἀνακυκλῶν add. UH2 καθαρμοζόμενος Mang. ὁ] ὁ δὴ L 3 παραλείπων G, παραλιπὼν U 4 ᾐνίξατο coni. Mang. 6 τὸ] τῶ M 7 τὸ om. L περὶ] παρὰ M 8 ἐπ’ H2: om. ceteri 9 ψυχὴ U: κοινὴ MGUF παρέχον G οὖν om. Η 10 ὁ G2H2: om. MG1UH1 οὐδὲ U αὐτοῦ H1, αὑτοῦ H2 12 ὄντων L, #x003E; ὄν τὼς coni. Mang. αἴτιον τελειότατον conicio τελειότητος Η 12. 13 εὐδαιμονοῦσιν M 13 τῶν M 14 ἐνδεὲς scripsi: ἀνενδεὲς codd. ἑκάστων conicio 15 ἐστὶν ἀπὸ εὐθυμίαν M εὐθυμίαν] post εὑ ras. in H εὐδαιμονίαν Η1?) 17 δὴ G ἀποδέδοται coni. Mang. τὸ seclusi 18 τε καὶ τέλος ὑπολαμβάνεσθαι λαμβάνεσθαι scripsi) Mang.: τινα κάλλιστον λαμβάνεσθαι codd. 19 τῶν] τὸν M τελείου U 20 αὐτῶν Η δ’ ἔσθ’ Η: δ’ ἐστὶν MGF, δέ ἐστιν U 21 λέγειν G1 22 οὕτω H priiis καὶ om. M 24 δὲ] δὲ καὶ M 26 πρὸς] εἰς Η ὑμῶν F: om ceteri)
οὐκοῦν τῶν ξύλων τὰ ἐδώδιμα, πρὶν εἰς τὴν ὑπὸ θεοῦ δοθεῖσαν χώραν μεταναστῆναι, φυτεύειν ἀδύνατον· „ὅταν γὰρ εἰσέλθητε πρὸς τὴν γῆν, φυτεύσετε πᾶν ξύλον βρώσιμον„ φησίν, ὥστε ἔξω διατρίβοντες οὐκ ἂν δυναίμεθα τὰ τοιαῦτα τῶν δένδρων γεωργεῖν· καὶ μήποτ’ εἰκότως·
ἕως μὲν γὰρ εἰς τὴν σοφίας ὁδὸν οὐ προσελήλυθεν ὁ νοῦς, τετραμμένος δὲ πόρρω πλανᾶται, τῶν τῆς ἀγρίας ὕλης ἐπιμελεῖται φυτῶν, ἅπερ ἤτοι ἄγονα ὄντα ἐστείρωται ἢ γεννῶντα ἐδωδίμων ἐστὶν ἄφορα.
ὅταν δὲ εἰς τὴν φρονήσεως ἐμβὰς ὁδὸν συνεισέρχηται τοῖς δόγμασι καὶ συντρέχῃ πᾶσιν, ἄρξεται τὴν ἥμερον καὶ καρπῶν ἡμέρων οἰστικὴν ἀντὶ τῆς ἀγρίας ἐκείνης γεωργεῖν, ἀπάθειαν ἀντὶ παθῶν καὶ ἀντὶ ἀγνοίας ἐπιστήμην καὶ ἀντὶ κακῶν ἀγαθά.