De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τόπος δ’ ἐστὶν οἰκειότατος τῷ φυτῷ τὸ φρέαρ, ὃ κέκληται ὅρκος, ἐν ᾧ κατέχει λόγος μὴ ἀνευρεθῆναι ὕδωρ· „παραγενόμενοι“ γάρ φησιν „οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπον· οὐχ εὕρομεν ὕδωρ, καὶ ἐκάλεσεν αὐτὸ ὅρκος“ (Gen. 26, 32. 33). τοῦτο δὲ ἣν ἔχει δύναμιν θεασώμεθα·

οἱ τὴν τῶν ὄντων φύσιν διερευνῶντες καὶ τὰς περὶ ἑκάστων ζητήσεις μὴ ὀλιγώρως ποιούμενοι παραπλήσια ποιοῦσι τοῖς τὰ φρέατα ὀρύττουσι· καὶ γὰρ ἐκεῖνοι τὰς ἐν ἀφανεῖ πηγὰς ἀναζητοῦσι. καὶ κοινὸς μὲν πόθος ἅπασίν ἐστι ποτὸν ἀνευρεῖν, ἀλλὰ τοῖς μὲν δι’ οὗ σῶμα, τοῖς δὲ δι’ οὗ ψυχὴ πέφυκε τρέφεσθαι.