De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἔστι δὲ ὅρος οὗτος τῶν ἀπὸ μονάδος παραυξηθέντων ὁ μέγιστος καὶ τελειότατος, ὥστε ἀρχὴν μὲν ἀριθμῶν εἶναι μονάδα, τέλος δὲ ἐν τοῖς κατὰ τὴν πρώτην σύνθεσιν μυριάδα. παρὸ καί τινες οὐκ ἀπὸ σκοποῦ βαλβῖδι μὲν μονάδα, καμπτῆρι δὲ εἴκασαν μυριάδα, τοὺς δὲ μεθορίους πάντας [*](1 ἥκετε Η: ἱκέται MGUF ὠθῇ M 2 κτήματα τῶν scripsi: κτημάτων MF, κτήματα GUH σοφὸν M 3 ἐνοήσατε M 4 τεχνητὴ M 5 ὀφε M 6 κλῆρον μὴ Η: κληρονομεῖν M, κληρονομεῖ GUF τούτοις ἐμφερὲς Η2: τοῖς ἐμφερεστέροις ceteri ἀκούετε UH: ἀκούεται GF, ἀκούετο M 7 μεγίστων Mang.: μέγιστον codd. 8 ante ἀξιοῦσιν ras. 2 litt. Η ἀγαθὸν U 1 1 Ἁβραὰμ FH 13 θεὸς αἰώνιος Mang.: θεοῦ αἰωνίου codd. ἰδιώτης M 15 θεοῦ ὅσα ἐν κτήμασιν corrupta 18 ῥιζωθεῖσιν coni. Mang. 19 κύριος conicio 20 προταθέντων codd.: προτεθέντων v 21 πὼς ἀποδοῦναι GF, ἀποδοῦναι M μήκει 51 GF; μήκους UH 22 πλάτει Mang.: πλάτους codd. 26 παρ’ ὃ GU)
μετιόντες οὖν ἀπὸ τούτων τινὲς ὡσανεὶ συμβόλων ἔφασαν τὸν θεὸν ἀρχὴν καὶ πέρας εἶναι τῶν ἁπάντων, δόγμα κατασκευαστικὸν εὐσεβείας· τοῦτο τὸ δόγμα φυτευθὲν ἐν ψυχῇ κάλλιστον καὶ τροφιμώτατον καρπόν, ὁσιότητα, τίκτει.
τόπος δ’ ἐστὶν οἰκειότατος τῷ φυτῷ τὸ φρέαρ, ὃ κέκληται ὅρκος, ἐν ᾧ κατέχει λόγος μὴ ἀνευρεθῆναι ὕδωρ· „παραγενόμενοι“ γάρ φησιν „οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπον· οὐχ εὕρομεν ὕδωρ, καὶ ἐκάλεσεν αὐτὸ ὅρκος“ (Gen. 26, 32. 33). τοῦτο δὲ ἣν ἔχει δύναμιν θεασώμεθα·
οἱ τὴν τῶν ὄντων φύσιν διερευνῶντες καὶ τὰς περὶ ἑκάστων ζητήσεις μὴ ὀλιγώρως ποιούμενοι παραπλήσια ποιοῦσι τοῖς τὰ φρέατα ὀρύττουσι· καὶ γὰρ ἐκεῖνοι τὰς ἐν ἀφανεῖ πηγὰς ἀναζητοῦσι. καὶ κοινὸς μὲν πόθος ἅπασίν ἐστι ποτὸν ἀνευρεῖν, ἀλλὰ τοῖς μὲν δι’ οὗ σῶμα, τοῖς δὲ δι’ οὗ ψυχὴ πέφυκε τρέφεσθαι.
ὥσπερ οὖν ἔνιοι τῶν ἀνατεμνόντων τὰ φρέατα τὸ ζητούμενον ὕδωρ πολλάκις οὐχ εὗρον, οὕτως οἱ προσωτέρω χωροῦντες τῶν ἐπιστημῶν καὶ ἐπὶ πλέον ἐμβαθύνοντες αὐταῖς ἀδυνατοῦσι τοῦ τέλους ἐπιψαῦσαι. τοὺς γοῦν πολυμαθεῖς φασιν ἀμαθίαν δεινὴν ἑαυτῶν κατηγορεῖν, μόνον γὰρ ὅσον τοῦ ἀληθοῦς ὑστερίζουσιν ᾔσθοντο. καί τινα τῶν παλαιῶν λόγος ἔχει θαυμαζόμενον ἐπὶ σοφίᾳ εἰκότως φάναι θαυμάζεσθαι· μόνον γὰρ εἰδέναι ὅτι οὐδὲν οἶδεν.
ἑλοῦ δ’ εἰ θέλεις ἣν ἂν διανοηθῇς μικρὰν ἢ μείζονα τέχνην καὶ τὸν κατὰ ταύτην γενόμενον ἄριστόν τε καὶ δοκιμώτατον, εἶτα κατανόησον εἰ τὰ ἐπαγγέλματα τῆς τέχνης ἰσάζει τοῖς ἔργοις τοῦ τεχνίτου· σκοπῶν γὰρ εὑρήσεις ταῦτα ἐκείνων οὐ βραχέσιν ἀλλὰ μεγάλοις διαστήμασιν ἀποδέοντα, σχεδὸν ἀδυνάτου καθεστῶτος πρὸς ἡντινοῦν τελειωθῆναι τέχνην πηγῆς τρόπον ἀεὶ καινουμένην καὶ θεωρημάτων παντοίων ἰδέας ἀνομβροῦσαν.
διὰ τοῦθ’ ὅρκος ὠνομάσθη προσφυέστατα τὸ πίστεως βεβαιοτάτης [*](2 ἵσταται G 3 ὡς ἄν εἰ G συμβόλων HL1: σύμβολον MGUFL2 πέρας] τέλος M 5 κάλιστον M post τίκτει add. ἧ G2, ὁ U 6 δ’ add. Mang. καλεῖται G 9 εἶπαν MH εὕρωμεν G αὐτῶ G 11 περὶ] παρ’ M ὀλιγόρως M 12 ὀρύττουσιν M 12. 13 ἐναφανεῖς G 13 ἅπασιν] ἀμφοτέροις conicio ἐστιν H 14 ψυχὴ] ἀρχὴ UF 16 οὐχ εὗρον G2H: ἀνεῦρον MUF(G1) 17 ἐμβαθύνοντες MUF: ἐμβαθοῦντες G, ἐμβατεύοντες Η 18 φησιν MF 22 μείζω M 25 ἀποδέοντας M, ἀποδέονται F 26 ἡντιναοῦν M 27 καινουμένην Mang.: κινουμένην codd. 28 βεβαιοτάτης MGDF: βεβαιότατον Η) [*](20 Platonis Apol. p. 21 D.)
ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τὰς ἄλλας ὅσαι περὶ ἡμᾶς δυνάμεις ὀλίγου δεῖν κεχώρηκεν· ὥσπερ γὰρ ἐν τῷ λεχθέντι φρέατι ὕδωρ φασὶ μὴ εὑρεθῆναι, οὕτως οὐδὲ ἐν ὀφθαλμοῖς τὸ ὁρατὸν οὐδ’ ἐν ὠσὶ τὸ ἀκούειν οὐδ’ ἐν μυκτῆρσι τὸ ὀσφραίνεσθαι οὐδὲ συνόλως ἐν αἰσθήσεως ὀργάνοις τὸ αἰσθάνεσθαι, κατὰ τὸ παραπλήσιον δὲ οὐδ’ ἐν νῷ τὸ καταλαμβάνειν.
πῶς γὰρ ἂν παρορᾶν ἢ παρακούειν ἢ παρανοεῖν συνέβαινεν, εἴπερ ἐν τούτοις πάγιαι ἦσαν αἱ ἀντιλήψεις ἑκάστου, ἀλλὰ μὴ ἐπ’ αὐτῶν θεοῦ σπείροντος
τὸ βέβαιον ἐπεφύκεσαν; ἱκανῶς οὖν καὶ περὶ τοῦ χωρίου διειλεγμένοι, ἐν ᾧ τὸ δένδρον ἀνθεῖ, καὶ περὶ τοῦ καρποῦ τελευταῖον ἐξεργασώμεθα. τίς οὖν ὁ καρπὸς αὐτοῦ, αὐτὸς ὑφηγήσεται· „ἐπεκάλεσε“ γὰρ „τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33).
αἱ τοίνυν λεχθεῖσαι προσρήσεις τὰς περὶ τὸ ὂν ἐμφαίνουσι δυνάμεις· ἡ μὲν γὰρ κύριος καθ’ ἣν ἄρχει, ἡ δὲ θεὸς καθ’ ἣν εὐεργετεῖ· οὗ χάριν καὶ τῇ κατὰ τὸν ἱερώτατον Μωυσῆν κοσμοποιίᾳ πάσῃ τὸ τοῦ θεοῦ ὄνομα ἀναλαμβάνεται· ἥρμοττε γὰρ τὴν δύναμιν, καθ’ ἣν ὁ ποιῶν εἰς γένεσιν ἄγων ἐτίθετο καὶ διεκοσμεῖτο, διὰ ταύτης καὶ [κατα]κληθῆναι.
καθὸ μὲν οὖν ἄρχων ἐστίν, ἄμφω δύναται, καὶ εὖ καὶ κακῶς ποιεῖν, συμμεταβαλλόμενος πρὸς τὴν τοῦ δράσαντος ἀπόδοσιν· καθὸ δὲ εὐεργέτης, θάτερον μόνον βούλεται, τὸ εὐεργετεῖν.
μέγιστον δ’ ἂν ψυχῆς γένοιτο ἀγαθὸν μηκέτι ἐνδοιάζειν περὶ τῆς πρὸς ἑκάτερα τοῦ βασιλέως ἰσχύος, ἀλλ’ ἀνενδοιάστως τὸν μὲν ἕνεκα τοῦ κράτους τῆς ἀρχῆς αὐτοῦ φόβον ἐπικρεμάμενον καταλύειν, τὴν δὲ ἐκ τοῦ προαιρετικῶς εἶναι φιλόδωρον ἀγαθῶν κτήσεως καὶ χρήσεως ἐλπίδα βεβαιοτάτην ζωπυρεῖν.
τὸ δὴ „θεὸς αἰώνιος“ ἴσον ἐστὶ τῷ ὁ χαριζόμενος οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ, ἀεὶ δὲ καὶ συνεχῶς, ὁ ἀδιαστάτως εὐεργετῶν, ὁ τὴν τῶν δωρεῶν [*](2 θεὸν καλεῖ U εὐορκίσαι F, εὐορκὴς M 3 alterum τῶ FH: om. MGU 6 οὕτως] οὐ M οὐδέν ἐν Γ’ ὁρατικὸν vel ὁρᾶν coni. Mang. οὐδ’ ἐν H2: οὐδὲ ἐν M, οὐδὲ ceteri οὐδ’ ἐν H2: οὑδὲ ceteri 8 ἐν Turn.: οὐδὲ codd. 10 μὴ] μὴν M σπείροντος] δὲ εἴροντος F 11 τὸ om. H 13 γὰρ] γάρ φησι conicio 14 κυρίου scripsi (cf. p. 148,13): κύριος ὁ codd. 16 καὶ] κἀν conicio 18. 19 ὁ ποιῶν τὰ #x003E; .... ἐτίθει τε καὶ διεκόσμει conicio 19 ταύτης H: τοῦτο MGUF κάτα secl. Cohn, ἐπικληθῆναι coniciebam 20. 21 συμμεταβαλλόμενος FH: συμμεταβαλλομένου MGU 21 δρασθέντος coni. Mang. 22 δὲ post τὸ add. F ψυχῆι H2 23 ἐνδυάζειν G1F ἑκάτερα FH: ἑκατέραν MGU 24 ἀνενδυάστως F 25 ἐπικρατούμενον U προαιρετικὸς M 27 τῷ] τὸ G δ’ M 28. 151,1 ἀπάλληλον G1UF)
τοῦτο καὶ ὁ ἀσκητὴς Ἰακὼβ ᾐτήσατο ἐπὶ τέλει τῶν ἱεροπρεπεστάτων εὐχῶν· εἶπε γάρ που· „καὶ ἔσται κύριος ἐμοὶ εἰς θεόν“ (Gen. 28,21), ἴσον τῷ οὐκέτι μοι τὸ δεσποτικὸν ἐπιδείξεται τῆς αὐτοκράτορος ἀρχῆς, ἀλλὰ τὸ εὐεργετικὸν τῆς ἵλεω περὶ πάντα καὶ σωτηρίου δυνάμεως, τὸν μὲν οἷα ἐπὶ δεσπότῃ φόβον ἀναιρῶν, τὴν δὲ ὡς ἐπ’ εὐεργέτῃ φιλίαν καὶ εὔνοιαν τῇ ψυχῇ παρέχων.
τίς ἂν οὖν τοῦθ’ ὑπολάβοι ψυχή, ὅτι ὁ δεσπότης καὶ ἡγεμὼν τῶν ὅλων οὐδὲν τῆς ἑαυτοῦ φύσεως μεταβάλλων, μένων δὲ ἐν ὁμοίῳ, ἀγαθός ἐστι συνεχῶς καὶ φιλόδωρος ἀνελλιπῶς; ὅθεν ὄντως ἀγαθῶν ἀφθόνων καὶ ἀεννάων αἴτιος τελειότατος τοῖς εὐδαιμονοῦσι.
βασιλεῖ δὲ πεπιστευκέναι μὴ τῷ μεγέθει τῆς ἀρχῆς ἐπαιρομένῳ πρὸς βλάβας τῶν ὑπηκόων, ἀλλὰ φιλανθρωπίᾳ τὸ ἐνδεὲς ἑκάστῳ ἐπανορθοῦσθαι προαιρουμένῳ, μέγιστόν ἐστι πρὸς εὐθυμίαν καὶ ἀσφάλειαν ἕρκος.