De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

καὶ γὰρ εἰ μετὰ τούτων τῆς μεταρσίου φύσεως, ὃ μηδὲ εἰπεῖν εὐαγές, ἣν μόνην ἐκ πάντων ἀδούλωτον καὶ ἐλεύθερον ὁ ποιητὴς εἰργάσατο, ἐπεκράτησαν, ἰδιῶται νομισθεῖεν ἂν κατὰ σύγκρισιν μεγάλων βασιλέων, οἳ τὸν θεὸν κλῆρον ἔλαχον· ὅσῳ γὰρ ὁ κτησάμενος τὸ κτῆμα τοῦ κτήματος ἀμείνων καὶ τὸ πεποιηκὸς τοῦ γεγονότος, τοσούτῳ βασιλικώτεροι ἐκεῖνοι.

τοὺς μὲν οὖν πάντα τοῦ σπουδαίου φάσκοντας εἶναι παραδοξολογεῖν ᾠήθησάν τινες ἀφορῶντες εἰς τὴν ἐκτὸς ἔνδειάν τε καὶ περιουσίαν καὶ μηδένα τῶν ἀχρημάτων ἢ ἀκτημόνων πλούσιον νομίζοντες. Μωυσῆς δὲ οὕτως περίβλεπτον καὶ περιμάχητον ἡγεῖται σοφίαν, ὥστε οὐ μόνον τὸν σύμπαντα κόσμον ἀξιόχρεω κλῆρον αὐτῆς ἀλλὰ καὶ τὸν τῶν ὅλων ἡγεμόνα νομίζειν.