De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τῷ γὰρ ὄντι ὁ τελείως ἐκκεκαθαρμένος νοῦς καὶ πάντα τὰ γενέσεως ἀπογινώσκων ἓν μόνον οἶδε καὶ γνωρίζει τὸ ἀγένητον, ᾧ προσελήλυθεν, ὑφ’ οὗ καὶ προσείληπται. τίνι γὰρ ἔξεστιν εἰπεῖν „αὐτός μοι μόνος ἐστὶν ὁ θεός“ ἢ τῷ μηδὲν τῶν μετ’ αὐτὸν ἀσπαζομένῳ; οὗτος δ’ ἐστὶν ὁ Λευίτης τρόπος· ἑρμηνεύεται γὰρ „αὐτός μοι“ διὰ τὸ ἄλλα ἄλλοις τετιμῆσθαι, μόνῳ δὲ αὐτῷ τὸ ἀνωτάτω καὶ πάντων ἄριστον
αἴτιον. ἤδη τινὰ τῶν παλαιῶν φασι καθάπερ ἐκπρεπεστάτης γυναικὸς τῷ σοφίας ἐπιμανέντα κάλλει πολυτελεστάτης πομπῆς θεασάμενον παρασκευὴν ἄφθονον, ἀπιδόντα πρός τινας τῶν συνήθων εἰπεῖν „ἴδετε, ὦ ἑταῖροι, ὅσων χρείαν οὐκ ἔχω“, καίτοι γε ἔξω τῶν ἀναγκαίων [*](2 βαραθρώδη coni. Mang. τοῦ acJdidi 3 ὥστε] spatium in M 4 ἑτέρων] ἀσθενεστέρων coni. Maug. 6 τὸ scripsi: τὸν MGUFH1, om. H2 φυλακὴν M, φίλην G ὅλην Η: ἄλλην MGUF 7 οἰκέτιν L τὰς ἄλλας Turn. : ταῖς ἄλλαις H2, ἄλλας ceteri 9 ἔσται UH: ἔστι F, ἕξει G, ὡς M Λευὶ φυλὴ Η 10 μερὶς UH: μέρος MGF οὐδὲ F: οὔτε ceteri αὐτὸς UH: αὐτῶν MGF αὐτῷ conicio 11 τοῦ om. G 11. 12 διὰ τῶν χρησμῶν ᾄδεται U: ᾄδεται διὰ τῶν χρησμῶν τὸν χρησμὸν M) MGFH 12 κληρονομία coni. Mang. 13 κεκαθαρμένος H τὰ FH: om. MGU 13. 14 γενέσθαι M 14 ἀπογιγνώσκων G γνωρίζει] γινώσκει M ἀγέννητον UH 15 τίνι] ὧ M 16 θεὸς κλῆρος conicio αὐτῶν M οὗτος MGUF: αὐτὸς U MGH 18 τὸ Η: τῶ MGUF πάντα M 18. 19 ἄριστον αἴτιον H: ἀρίστω αἰτίω MGUF 19 πάλαι MF φησι MGF εὐπρεπεστάτης conicio 20 τῷ et κάλλει Turn.: τοῦ et κάλλους codd. ἐπιμανέντος F 21 παρασκευῆς U ἀποδιδόντα ’U τινας H: τινα ceteri συνήθως U 22 ἴδεται M ἕτεροι M γε om. F) [*](19 cf. testimonia ad p. 87, 14 allata.)