De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

καὶ μὴν ἄργυρός τε καὶ χρυσὸς καὶ ὅσα ἄλλα κειμήλια παρὰ τοῖς ἀρχομένοις θησαυροφυλακεῖται τῶν ἡγουμένων μᾶλλον ἢ τῶν ἐχόντων ἐστίν, ἀλλ’ ὅμως ἴδιοι τῶν βασιλέων θησαυροὶ λέγονται, ἐν οἷς οἱ ταχθέντες τῶν φόρων ἐκλογισταὶ τὰς ἀπὸ τῆς χώρας προσόδους κατατίθενται.

μηδὲν οὖν θαυμάσῃς, εἰ καὶ τοῦ πανηγεμόνος θεοῦ τὸ ἐφ’ ἅπασι κράτος εἰληχότος ἐξαίρετος κλῆρος εἶναι λέγεται ψυχῶν σοφῶν ὁ θίασος, ὁ ὀξυωπέστατα ὁρῶν, ἀμέμπτῳ καὶ ἀκραιφνεῖ κεχρημένος τῷ διανοίας ὄμματι, μύσαντι μὲν οὐδέποτε, ἀεὶ δὲ ἀναπεπταμένῳ καὶ εὐθυτενῶς βλέποντι.

οὐ διὰ τοῦτο μέντοι καὶ ἐν ᾠδῇ τῇ μείζονι λέγεται· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ·

καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰσραήλ“ (Deut. 32, 7 — 9) ; ἰδοὺ γὰρ πάλιν μερίδα καὶ κλῆρον εἴρηκε θεοῦ τὸν ὁρατικὸν αὐτοῦ καὶ γνήσιον θεραπευτὴν τρόπον, τοὺς δὲ γῆς παῖδας, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, ἐσπάρθαι καὶ ἀνασκεδασθῆναι καὶ ἐπισυναχθῆναι, στῖφος δὲ γενέσθαι ἡγεμόνι χρήσασθαι ὀρθῷ λόγῳ μὴ δυναμένους. τῷ γὰρ ὄντι ἁρμονίας μὲν καὶ ἑνώσεως αἴτιον ἀρετή, διαλύσεως δὲ καὶ διαρτήσεως ἡ ἐναντία διάθεσις.

δεῖγμα μέντοι τῶν εἰρημένων ἐστὶ τὸ γινόμενον ἀνὰ πᾶν ἔτος ἡμέρᾳ τῇ λεγομένῃ τοῦ ἱλασμοῦ· τότε γὰρ διείρηται „δύο τράγους διακληροῦν, τὸν μὲν τῷ κυρίῳ, τὸν δὲ τῷ ἀποπομπαίῳ“ (Lev. 16,8), διττὸν λόγον, ὃν μὲν θεῷ, ὃν δὲ γενέσει· ὁ ἀποσεμνύνων μὲν οὖν τὸ αἴτιον [τιμὴν] αὐτῷ προσκληρώσεται, ὁ δὲ γένεσιν [*](1 προέρχονται coni. Mang. 6 τὰς addidi 8 εἰληφότος MF 9 ὁ scripsi: ὃς MGUF, ὡς H 10 δ’ M 11 ἰθυτενῶς U οὐ διὰ MUF: καὶ διὰ GH 12. 13 τοῖς πρεσβυτέροις MU 13 ὅτι MF διεμέριζεν MGF: διεμέρισεν UH, διεμέλησεν L ἔθνη om. M 15 μερὶς ὁ λαὸς M, μερὶς καὶ λαὸς F αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ suppleo 18 coni. Mang. ἀνασυναχθῆναι καὶ ἐπισκεδασθῆναι U μὴ post alterum καὶ add. Mang. ἐπισυνεχθῆναι M, ἐπισυγχυθῆναι coni. Cohn, μηκέτι συναχθῆναι conicio δὲ MGUF : τε H 19 γενέσθαι scripsi: ἐγγενέσθαι codd. δυνάμενον conicio 20 διαρτήσεως F: διαρτύσεως ML2, διαρτίσεως U, διαστάσεως GHL1 22 διείρηται G1FH: εἴρηται M, διήρηται U, δὴ εἴρηται G2 24 διττὸν] διά τὸν G ὁ om. UF ἀποσεμνύνων μὲν scripsi: ἀποσεμνυνόμενον MGUF, ἀποσεμνύνων H 2.3 τὸ] τὸν F τιμὴν seclusi αὑτῶ H2 ἀποκληρώσεται M, προσκληρωθήσεται conicio γένεσιν Mang.: γενέσει codd.; fort. sciibendum: ὁ ἀπονέμων μὲν οὑν τῷ αἰτίῳ τιμὴν . . . ., ὁ δὲ γενέσει)

v.2.p.146
φυγαδευθήσεται, τῶν μὲν ἱερωτάτων ἐλαυνόμενος χωρίων, εἰς δὲ ἄβατα καὶ

βέβηλα καὶ βάραθρα ἐμπίπτων. τοσαύτῃ μέντοι τῇ τοῦ θεοφιλοῦς περιουσίᾳ χρῆται Μωυσῆς, ὥστε αὐτῷ τούτῳ μάλιστα πεπιστευκὼς θερμοτέροις καὶ μείζοσιν ἢ κατὰ τὰς ἑτέρων ἡμῶν ἀκοὰς λόγοις τε καὶ δόγμασιν εἴωθε χρῆσθαι· οὐ γὰρ μόνον ἀξιοῖ κληρονομεῖν θεόν, ἀλλὰ καὶ αὐτόν, τὸ παραδοξότατον, κλῆρον ἑτέρων εἶναι.

φυλὴν γὰρ ὅλην πρόσφυγα καὶ ἱκέτιν αὐτοῦ λῆξιν μὲν τῆς χώρας, καθάπερ τὰς ἄλλας ἕνδεκα, οὐκ ἠξίωσε νείμασθαι, γέρας δὲ ἐξαίρετον λαβεῖν ἱερωσύνην, οὐκ ἐπίγειον, ἀλλ’ ὀλύμπιον κτῆμα· „οὐ γὰρ ἔσται“ φησί „τῇ φυλῇ Λευὶ μερὶς οὐδὲ κλῆρος ἐν υἱοῖς Ἰσραήλ, ὅτι κύριος αὐτὸς κλῆρος αὐτῶν“ (Deut. 10, 9). καὶ ἐκ προσώπου μέντοι τοῦ θεοῦ διὰ τῶν χρησμῶν ᾄδεται τὸν τρόπον τοῦτον· „ἐγὼ μερίς σου καὶ κληροδοσία“ (Num. 18, 20)·