De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οὐκοῦν σαφέστατα εἰ καί τις ἄλλος ἔμαθεν, ὅτι τὰ σπέρματα καὶ τὰς ῥίζας ἁπάντων καθεὶς ὁ θεὸς αἴτιός ἐστι τοῦ τὸ μέγιστον ἀναβλαστῆσαι φυτόν, τόνδε τὸν κόσμον, ὃν καὶ νῦν ἔοικεν αἰνίττεσθαι δι’ αὐτοῦ τοῦ λεχθέντος ᾄσματος „ὄρος“ αὐτὸν „κληρονομίας“ εἰπών· ἐπειδὴ τοῦ πεποιηκότος οἰκειότατον τὸ γενόμενον κτῆμα καὶ κλῆρος.

εὔχεται οὖν ἡμᾶς ἐν τούτῳ φυτευθῆναι, οὐχ ἵνα ἄλογοι καὶ ἀφηνιασταὶ γενώμεθα τὰς φύσεις, ἀλλ’ ἵνα ἑπόμενοι τῇ τοῦ τελειοτάτου διοικήσει τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν αὐτοῦ διέξοδον ἀπομιμούμενοι σώφρονι καὶ ἀπταίστῳ βίῳ χρώμεθα· τὸ γὰρ ἀκολουθίᾳ φύσεως ἰσχῦσαι ζῆν εὐδαιμονίας τέλος εἶπον οἱ πρῶτοι.