De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

αἱ οὖν ἀσκήσεις τε καὶ χρήσεις ἐξαίρετον γέρας παρὰ τὰς τῶν ἄλλων ψυχὰς τουτὶ παρὰ τοῦ θεοῦ ἔλαβον· διὸ καὶ ἐμφαντικώτατα εἴρηται, ὅτι τὸν ἐν ἡμῖν πρὸς ἀλήθειαν ἄνθρωπον, τουτέστι τὸν νοῦν, ἔθηκεν ἐν ἱερωτάτοις καλοκἀγαθίας βλαστήμασι καὶ φυτοῖς, ἐπεὶ [δὲ] τῶν διανοίας ἀμετόχων ἱκανὸν οὐδὲν ἀρετὰς γεωργῆσαι, ὧν τὸ

παράπαν λαμβάνειν οὐ πέφυκε κατάληψιν. οὐκ ἔστι δ’ οὖν ἀπορητέον, τί δήποτε εἰς μὲν τὴν κιβωτόν, ἣν ἐν τῷ μεγίστῳ κατακλυσμῷ κατασκευασθῆναι συνέβη, πᾶσαι τῶν θηρίων αἱ ἱδέαι εἰσάγονται, εἰς δὲ τὸν παράδεισον οὐδεμία· ἡ μὲν γὰρ κιβωτὸς σύμβολον ἦν σώματος, ὅπερ ἐξ ἀνάγκης κεχώρηκε τὰς παθῶν καὶ κακιῶν ἀτιθάσους κἀξηγριωμένας κῆρας, ὁ δὲ παράδεισος ἀρετῶν· ἀρεταὶ δὲ οὐδὲν ἀνήμερον ἢ συνόλως ἄλογον παραδέχονται.

παρατετηρημένως δὲ οὐ τὸν κατὰ τὴν εἰκόνα τυπωθέντα ἄνθρωπον, ἀλλὰ τὸν πεπλασμένον εἰσαχθῆναί φησιν εἰς τὸν παράδεισον· ὁ μὲν γὰρ τῷ κατὰ τὴν εἰκόνα θεοῦ χαραχθεὶς πνεύματι οὐδὲν διαφέρει τοῦ τὴν ἀθάνατον ζωὴν καρποφοροῦντος, ὡς ἔμοιγε φαίνεται, δένδρου—ἄμφω γὰρ ἄφθαρτα καὶ μοίρας τῆς μεσαιτάτης καὶ ἡγεμονικωτάτης ἠξίωται· λέγεται γὰρ ὅτι τὸ ξύλον τῆς ζωῆς ἐστιν ἐν μέσῳ τοῦ παραδείσου (Gen. 2, 9) —, ὁ δὲ τοῦ πολυμιγοῦς καὶ γεωδεστέρου σώματος, ἀπλάστου καὶ ἁπλῆς φύσεως ἀμέτοχος, ἧς ὁ ἀσκητὴς ἐπίσταται τὸν οἶκον καὶ τὰς αὐλὰς [τοῦ κυρίου] οἰκεῖν μόνος — Ἰακὼβ γὰρ „ἄπλαστος οἰκῶν οἰκίαν“ εἰσάγεται (Gen. 25,27) —, πολυτρόπῳ δὲ καὶ ἐκ παντοίων συνῃρημένῃ καὶ πεπλασμένῃ διαθέσει χρώμενος.

τιθέναι οὖν ἐν τῷ παραδείσῳ, τῷ παντὶ κόσμῳ, ῥιζωθέντα εἰκὸς ἦν τὸν μέσον νοῦν, ὁλκοῖς πρὸς τἀναντία κεχρημένον δυνάμεσιν [*](2. 3 ὅ ἐστιν, ἐπὶ τῶν λογικῶν μόνον ἀρετῶν coni. Mang., ὃ ἐπὶ λογικῶν μόνων τῶν ἀρετῶν] ἔστιν ἀκούειν Cohn 3 αἱ γοῦν ἀρετῆς δεκτικαὶ φύσεις 4 ἄλλων] ἀλόγων coni. Mang. 5 τὸν μὲν ἐν G 6 ἱερωτάτῳ M ἐπεὶ Cohn: ἐπὶ codd. 7 δὲ secl. Cohn ἀμετόχων Turn.: μετοχῶν MG, μετόχων UFH οὐδέ M ἀρετὰς γεωργῆσαι seripsi: ἀρετῆς ἄρα τις HL1) ἐγεώργησεν codd., ἱκανὸς ἄρα οὐδείς τι γεωργῆσαι Mang. 9 εἰς μὲν τὴν Η: ὡς μεγίστην MGUF 12 κεχώρηκεν M ἀτιθάσους G: ἀτιθάσσους. MUFH 13 οὐδὲ M 14 περιδέχονται M δ’ G τὸν om. F1 15 πεπλανημένον L 16 φασιν M τῶ MUH1: om. GH2, secL Cohn 17 πνεύματι Η: σώματι MGUF, secL Cohn οὐδὲ U 18 φαίνεσθαι U 20 δὲ πλαστὸς coni. Cohn 21 om. G ἧς] ἣν F, ἣν L2 22 οἰκεῖον MGF τοῦ κυρίου edusi 24 ὁ ante πολυτρόπῳ add. Η2 δὲ codd.: τε Turn., δὲ vid. del. aut lin. 21 scrib. σώματος πλαστὸς πεπλανημένη U 25 τεθῆναι conicio παντὸς κόσμου μέσῳ 62 μέσον] μὲν σὸν G1F ὁλκοῖς scripsi: ὁλκαῖς codd. πρὸς] καὶ M)

v.2.p.143
ἐπὶ τὴν διάκρισίν τε αὐτῶν ἀνακληθέντα, ἵνα πρὸς αἵρεσιν καὶ φυγὴν ὁρμήσας, εἰ μὲν τὰ ἀμείνω δεξιώσαιτο, ἀθανασίας καὶ εὐκλείας ἀπόναιτο, εἰ δ’ αὖ τὰ χείρω, ψεκτὸν θάνατον εὕρηται.

τοιαῦτα μὲν δὴ δένδρα ὁ μόνος σοφὸς ἐν ψυχαῖς λογικαῖς ἐρρίζου. Μωυσῆς δὲ οἰκτιζόμενος τοὺς μετανάστας ἐκ τοῦ τῶν ἀρετῶν παραδείσου γεγονότας καὶ τὸ αὐτεξούσιον τοῦ θεοῦ κράτος αὐτοῦ καὶ τὰς ἵλεως καὶ ἡμέρους δυνάμεις εὔχεται, ὅθεν ὁ γήινος νοῦς Ἀδὰμ πεφυγάδευται, κεῖθι τοὺς ὁρατικοὺς ἐμφυτευθῆναι· λέγει γάρ·

„εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, κύριε, ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου· κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“ (Exod. 15,17. 18).

οὐκοῦν σαφέστατα εἰ καί τις ἄλλος ἔμαθεν, ὅτι τὰ σπέρματα καὶ τὰς ῥίζας ἁπάντων καθεὶς ὁ θεὸς αἴτιός ἐστι τοῦ τὸ μέγιστον ἀναβλαστῆσαι φυτόν, τόνδε τὸν κόσμον, ὃν καὶ νῦν ἔοικεν αἰνίττεσθαι δι’ αὐτοῦ τοῦ λεχθέντος ᾄσματος „ὄρος“ αὐτὸν „κληρονομίας“ εἰπών· ἐπειδὴ τοῦ πεποιηκότος οἰκειότατον τὸ γενόμενον κτῆμα καὶ κλῆρος.

εὔχεται οὖν ἡμᾶς ἐν τούτῳ φυτευθῆναι, οὐχ ἵνα ἄλογοι καὶ ἀφηνιασταὶ γενώμεθα τὰς φύσεις, ἀλλ’ ἵνα ἑπόμενοι τῇ τοῦ τελειοτάτου διοικήσει τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν αὐτοῦ διέξοδον ἀπομιμούμενοι σώφρονι καὶ ἀπταίστῳ βίῳ χρώμεθα· τὸ γὰρ ἀκολουθίᾳ φύσεως ἰσχῦσαι ζῆν εὐδαιμονίας τέλος εἶπον οἱ πρῶτοι.

καὶ μὴν τά γε αὖθις λεγόμενα συνᾴδει τῷ προτεθέντι, τὸ τὸν κόσμον εὐτρεπῆ καὶ ἕτοιμον αἰσθητὸν οἶκον εἶναι θεοῦ, τὸ κατειργάσθαι καὶ μὴ ἀγένητον εἶναι, ὡς ᾠήθησάν τινες, τὸ „ἁγίασμα“, οἷον ἁγίων ἀπαύγασμα, μίμημα ἀρχετύπου, ἐπεὶ τὰ αἰσθήσει καλὰ τῶν νοήσει [*](1 ἀνακληθέντα scripsi: μετακλιθῆναι MH, μετακληθῆναι GF, μεταβληθῆναι U πρὸς] καὶ M 2. 3 ἀπώνετο M, ἀπόνηται conicici 3 αὖ τὰ M: αὐτά UFH, αὐτὰ τὰ GL 4 ἐρίζου MU 6 καὶ] κατὰ L1 τοῦ MGUF: τὸ H αὐτοῦ post ἡμέρους transponit Cohn prius καὶ Η: om. MGUF 8 καταφύτευσον G: καταφυτεύσεις ceteri 9 εἰς ὅρους L κληρονομίας scripsi (cf. lin. 15): κληροδοσίας codd. 9 εἰς ἔτιμον (ἕτοιμον) κατοικητήριόν σου ὃ in ras. ἕδρασμα εἰς καθέδραν σου ceteri κυρίου MUFH 10 ὃ ἡτοίμασαν αἵ in ras. G: ἥδρασαν ceteri βασιλεύων GH2: βασιλεύει MUFH1 τὸν] τῶν 10. 11 αἰώνων καὶ ἐπ’ H in mg. καὶ ἐπ’ αἰῶνα H: om. MGUF 11 καὶ ἔτι] ἔτι UFi 12 ὅτι καὶ τὰ M 13 τοῦ τὸ GH: τοῦτο MUF, καὶ τοῦ τὸ Mang. „ex Ms. “ (!) Ι6 γινόμενον M 18 τὰ om. M 19 σωφρονικῶ καὶ F 21 τὸ scripsi: τῶ codd. 22 εὐτρεπῆ M: εὐπρεπῆ GUFH τὸ] τῶ U 23 ἀγέννητον UH post τὸ add. δὲ H2 ὠνομάσθαι οἷον conicio 24 ἀρχετύπου H2: ἀρχέτυπον ceteri ἐπεὶ H: ἐπὶ MGUF τῶν codd.: καὶ v νοήσει H: οἰήσει MGUF)

v.2.p.144
καλῶν εἰκόνες, τὸ ἡτοιμάσθαι ὑπὸ χειρῶν θεοῦ, τῶν κοσμοποιῶν αὐτοῦ δυνάμεων.

ἀλλ’ ὅπως μηδεὶς ὑπολάβοι τὸν ποιητὴν χρεῖον εἶναί τινος τῶν γεγονότων, τὸ ἀναγκαιότατον ἐπιφωνήσει· „βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“· βασιλέα δὲ οὐδενὸς δεῖσθαι, τὰ δὲ ὑπήκοα βασιλέως θέμις πάντα.

τινὲς δὲ ἔφασαν κλῆρον εἶναι καὶ λέγεσθαι θεοῦ τὸ ἀγαθόν, οὗ τὴν χρῆσιν καὶ ἀπόλαυσιν εὔχεσθαι νυνὶ Μωυσῆν προσγενέσθαι· εἰσαγαγών, γάρ φησιν, ἡμᾶς οἷα παῖδας ἄρτι μανθάνειν ἀρχομένους διὰ τῶν σοφίας δογμάτων καὶ θεωρημάτων καὶ μὴ ἀστοιχειώτους ἐάσας ἐν ὑψηλῷ καὶ οὐρανίῳ λόγῳ καταφύτευσον.

κλῆρος γὰρ οὗτος ἑτοιμότατος καὶ προχειρότατος οἶκος, ἐπιτηδειότατον ἐνδιαίτημα, ὃ „κατειργάσω ἅγιον“· ἀγαθῶν γὰρ καὶ ἁγίων, ὦ δέσποτα, ποιητὴς ὢν τυγχάνεις, ὡς ἔμπαλιν κακῶν καὶ βεβήλων γένεσις ἡ φθαρτή. βασίλευε δὴ τὸν ἄπειρον αἰῶνα ψυχῆς τῆς ἱκέτιδος μηδὲ ἀκαρὲς ἐῶν αὐτὴν ἀνηγεμόνευτον· ἡ γὰρ ἀδιάστατος παρὰ σοὶ δουλεία τῆς μεγίστης ἀρχῆς,

οὐκ ἐλευθερίας μόνον ἀμείνων. πολλοῖς δὲ ἂν τάχα που ζήτησιν παράσχοι, τίνα ἔχει λόγον τὸ „εἰς ὄρος κληρονομίας σου“· κληροδοτεῖν μὲν θεὸν ἀναγκαῖον, κληρονομεῖν δὲ ἴσως οὐκ εὔλογον πάντων αὐτοῦ κτημάτων ὄντων.

ἀλλὰ μήποτε τοῦτο λέγεται ἐπὶ τῶν κατὰ τὸν ἐξαίρετον οἰκειώσεως λόγον δεσποζομένων πρὸς αὐτοῦ, καθάπερ οἱ βασιλεῖς ἁπάντων μὲν ἄρχουσι τῶν ὑπηκόων, διαφερόντως δὲ τῶν οἰκετῶν, οἷς πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ τὴν ἄλλην δίαιταν ὑπηρέταις εἰώθασι χρῆσθαι.

οἱ δὲ αὐτοὶ καὶ τῶν κατὰ τὴν χώραν ἁπάντων ὄντες κτημάτων δεσπόται καὶ ὅσων ἐπικρατεῖν οἱ ἰδιῶται δοκοῦσι, μόνα ταῦτα ἔχειν νομίζονται, ἅπερ ἐπιτρόποις καὶ ἐπιμεληταῖς ἐγχειρίσαιεν, ἀφ’ ὧν καὶ τὰς ἐτησίους προσόδους ἐκλέγουσιν· εἰς ἃ πολλάκις ἀνέσεως καὶ [*](1 τὸ δὲ ἡτοιμάσθαι Η 2 ὑπολάβοι MGFHbr: ὑπολάβῃ Ua v 3 τὸ] τὸν MUF γεγονότων ἀναγκαίως ἐπεβόησε Μωυσπης λέγων· κύριος βασιλεύων E τὸν αἰῶνα MGUF: τῶν αἰώνων HE 4 καὶ ante ἔτι om. UF βασιλέα scripsi: βάσι M, βασιλεῖ GUF, βασιλεὺς H δεῖσθαι MGUF: δεῖται Η δὲ] δὲ δὴ V 5 κλῆρος M λέγεται U 6 καὶ ἔλαυσιν M 9 λόγῳ] λόφῳ coni. Mang. καταφύτευσον M: κατεφύτευσε FL2, καταφύτευε G2H2L1, κατεφύτευε G1UH1 14 ἀνηγεμόνευτον om. G παρά σου F 15 δὲ om. F 16 ἔχει G2H: ἔχοι MG1UFL κληροδοσίας MGF 17 μὲν γὰρ conicio 18 ὄντων 20 οἷς GFH: οἲ MU 21 ἐπιμέλειαν om. F 22 καίτοι τῶν coni. Mang. 24 νομίζονται H: νομίζοντες MGUF ἐγχειρίσαιεν Η: ἐγχειρήσαιεν M, ἐγχειρῆσαι G, ἐγχειρίσαι UF 25 ἐκλόγους εἰς M) [*](2—4 ἀλλ’ ὅπως—ἔτι habet E, II p. 608,36—40 M.)

v.2.p.145
εὐθυμίας ἕνεκα προσέρχονται τὸ βαρύτατον τῶν ἐν πολιτείᾳ καὶ βασιλείᾳ φροντίδων ἄχθος ἀποτιθέμενοι· καὶ καλεῖται μέντοι ταῦτα τὰ κτήματα αὐτοῖς βασιλικά.

καὶ μὴν ἄργυρός τε καὶ χρυσὸς καὶ ὅσα ἄλλα κειμήλια παρὰ τοῖς ἀρχομένοις θησαυροφυλακεῖται τῶν ἡγουμένων μᾶλλον ἢ τῶν ἐχόντων ἐστίν, ἀλλ’ ὅμως ἴδιοι τῶν βασιλέων θησαυροὶ λέγονται, ἐν οἷς οἱ ταχθέντες τῶν φόρων ἐκλογισταὶ τὰς ἀπὸ τῆς χώρας προσόδους κατατίθενται.

μηδὲν οὖν θαυμάσῃς, εἰ καὶ τοῦ πανηγεμόνος θεοῦ τὸ ἐφ’ ἅπασι κράτος εἰληχότος ἐξαίρετος κλῆρος εἶναι λέγεται ψυχῶν σοφῶν ὁ θίασος, ὁ ὀξυωπέστατα ὁρῶν, ἀμέμπτῳ καὶ ἀκραιφνεῖ κεχρημένος τῷ διανοίας ὄμματι, μύσαντι μὲν οὐδέποτε, ἀεὶ δὲ ἀναπεπταμένῳ καὶ εὐθυτενῶς βλέποντι.