De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
μεγάλων ἀρετῶν, ἐκθεσμότατα ὄντα εὑρήματα. ἰτέον οὖν ἐπ’ ἀλληγορίαν τὴν ὁρατικοῖς φίλην ἀνδράσι· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς [*](2 θνητὸς om. UE 3 post ἱκανὸς add. ἐντὸς E ἀθρόον Ε ἀγέννητος UH τεχνητῆς M 4 ἀεὶ om. H 6 ἀκόλουθος corr. ex ἀκόλουθον M 7 ἐν ’Eδὲμ παράδεισον 31 ἐν Ἐδὲμ om. F 8 ἔπλασεν] ἐποίησεν U 10 ὑπὸ θεοῦ πεφυτεῦσθαι suppleo ἡ εὐήθεια GH2, ἡ ἀλήθεια E 11 εὐαγώγου G ὁ γὰρ UF (iateirogatiouis siguum post πανηγεμόνι posui): οὐ γὰρ GUH 12 ἄν om. H 13 δόξαιεν ὑστερίζειν F 14 ἀξιόχρεω MFH1 χωρὶς scripsi: χωρίον codd. τοῦ MGUF: τῶ Η 15 ἐν τῶ αἰτιατῷ M: ἐν τῶ GUFH, ἔν τῳ Turn. τῷ seclusi 18. 19 τὸ πρῶτον MGF: πρῶτον UH 22 εὐτρεπίσθαι MU: ηὐτρεπίσθαι GFII παραδέξηται G 24 ἐπᾴδει M τῶν] τὸν G 25 αὐτὸν M 20 εὑρέματα H ἰτέον UH (ras. ante τ in Η): εἴτε MGF 27 φίλοις M)
ταῦτα δὲ χέρσου μὲν οὐκ ἂν εἴη, λογικῆς δὲ ψυχῆς ἀναγκαίως φυτά, ἧς ἡ μὲν πρὸς ἀρετὴν ὁδὸς αὕτη ζωὴν καὶ ἀθανασίαν ἔχουσα τὸ τέλος, ἡ δὲ πρὸς κακίαν φυγήν τε τούτων καὶ θάνατον. τὸν οὖν φιλόδωρον θεὸν ὑποληπτέον ἐν τῇ ψυχῇ καθάπερ παράδεισον ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων ἐμφυτεύειν πρὸς τελείαν εὐδαιμονίαν αὐτὴν ἄγοντα.
διὰ τοῦτο καὶ τόπον οἰκειότατον προσένειμε τῷ παραδείσῳ καλούμενον Ἐδέμ — ἑρμηνεύεται δὲ τρυφή —, σύμβολον ψυχῆς τῆς ἄρτια βλεπούσης, ἀρεταῖς ἐγχορευούσης καὶ ὑπὸ πλήθους καὶ μεγέθους χαρᾶς ἀνασκιρτώσης, ἀπόλαυσμα ἓν ἀντὶ μυρίων τῶν παρὰ ἀνθρώποις ἡδίστων προτεθειμένης τὴν τοῦ μόνου θεραπείαν σοφοῦ.
τούτου τοῦ γανώματος ἀκράτου τις σπάσας, ὁ τοῦ Μωυσέως δὴ θιασώτης, ὃς οὐχὶ τῶν ἠμελημένων ἦν, ἐν ὑμνῳδίαις ἀνεφθέγξατο πρὸς τὸν ἴδιον νοῦν φάσκων „κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36,4), παρακεκινημένος πρὸς τὸν οὐράνιον καὶ θεῖον ἔρωτα τῇ φωνῇ, τὰς μὲν ἐν τοῖς λεγομένοις καὶ φαινομένοις ἀνθρωπίνοις ἀγαθοῖς χλιδὰς καὶ θρύψεις ἀλήκτους δυσχεράνας, ὅλον δὲ τὸν νοῦν ὑπὸ θείας κατοχῆς συναρπασθεὶς οἴστρῳ καὶ ἐνευφραινόμενος μόνῳ θεῷ.
καὶ τὸ πρὸς ἀνατολαῖς μέντοι τὸν παράδεισον εἶναι (Gen. 2, 8) δεῖγμα τοῦ λεχθέντος ἐστί· σκοταῖον μὲν γὰρ καὶ δυόμενον καὶ νυκτιφόρον ἀφροσύνη, λαμπρότατον δὲ καὶ περιαυγέστατον καὶ ἀνατέλλον ὡς ἀληθῶς φρόνησις. καὶ καθάπερ ἀνίσχων ἥλιος ὅλον τὸν οὐρανοῦ κύκλον φέγγους ἀναπληροῖ, τὸν αὐτὸν τρόπον αἱ ἀρετῆς ἀκτῖνες ἀναλάμψασαι τὸ διανοίας χωρίον ὅλον μεστὸν αὐγῆς καθαρᾶς ἀπεργάζονται.
τὰ μὲν οὖν ἀνθρώπου κτήματα φρουροὺς ἔχει καὶ φύλακας ἀγριωτάτους θῆρας εἰς τὴν τῶν ἐπιόντων καὶ [*](1 αὐτὴν] αὐτὸν L 3 εἰδήσει G συνέσεως Η: συνθέσεως MGUF 5 ἧς addidi αὕτη MF: αὐτὴ G, αὐτὴ U, αὐτῆς Η 7 καὶ om. M 10 ἄρτι F 11. 12 ἀνασκιρτούσης M 12 ἥδιστον conicio 14 Μωυσέως U: μωυσέος MGFH, Μώσεως Turn. δὴ U: δὲ MGH, δὲ οὗτος F 16 παρακεκινημένος H: παρακεκινημένως MGUF 17 θεῖον καὶ οὐράνιον F ἐν add. Maug. 18 ἀνθρωπίνης ἀγαθῆς MG ἀλήκτους scripsi: ἀλύκτους U, ἀλέκτως GF, καὶ ἀλέκτως M, om. H 18. 19 δυσχεράνας Η2: δυσχεράναντος ceteri 19 θείας FH: θείου MGU κατοκωχῆς coni. Cohn συναρπασθεὶς Η2: συναρπασθέντα ceteri οἴστρων conicio 20 ἐνευφραινόμενος Η: ἐνευφραινομένου MGUF μόνου μόνω M 21 σκοπταῖον G 22 νυκτηφόρον H 22. 23 πυριαυγέστατον Η 23 ἀνατέλλουσα M 24 ἥλιος GH: ὅλος MUF οὐρανὸν M κύκλον om. M 25 διανοίαις FL2 ὅλον χωρίον Η)
αἱ οὖν ἀσκήσεις τε καὶ χρήσεις ἐξαίρετον γέρας παρὰ τὰς τῶν ἄλλων ψυχὰς τουτὶ παρὰ τοῦ θεοῦ ἔλαβον· διὸ καὶ ἐμφαντικώτατα εἴρηται, ὅτι τὸν ἐν ἡμῖν πρὸς ἀλήθειαν ἄνθρωπον, τουτέστι τὸν νοῦν, ἔθηκεν ἐν ἱερωτάτοις καλοκἀγαθίας βλαστήμασι καὶ φυτοῖς, ἐπεὶ [δὲ] τῶν διανοίας ἀμετόχων ἱκανὸν οὐδὲν ἀρετὰς γεωργῆσαι, ὧν τὸ