De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

προσήκει δὲ τὸν μέλλοντα περὶ τῶν κατὰ μέρος φυτουργιῶν τε καὶ γεωργιῶν διεξιέναι κατανοῆσαι πρῶτον τὰ τελειότατα τοῦ παντὸς φυτὰ καὶ τὸν μέγαν φυτουργὸν καὶ ἐπιστάτην αὐτῶν. ὁ μὲν τοίνυν τῶν φυτουργῶν μέγιστος καὶ τὴν τέχνην τελειότατος ὁ τῶν ὅλων ἡγεμών ἐστι, φυτὸν δὲ αὖ περιέχον ἐν ἑαυτῷ τὰ ἐν μέρει φυτὰ ἅμα παμμυρία καθάπερ κληματίδας ἐκ μιᾶς ἀναβλαστάνοντα ῥίζης ὅδε ὁ κόσμος.

ἐπειδὴ γὰρ τὴν οὐσίαν ἄτακτον καὶ συγκεχυμένην οὖσαν ἐξ αὑτῆς εἰς τάξιν ἐξ ἀταξίας καὶ ἐκ συγχύσεως εἰς διάκρισιν ἄγων ὁ κοσμοπλάστης μορφοῦν ἤρξατο, γῆν μὲν καὶ ὕδωρ ἐπὶ τὸ μέσον ἐρρίζου, τὰ δὲ ἀέρος καὶ πυρὸς δένδρα πρὸς τὴν μετάρσιον ἀνεῖλκεν ἀπὸ τοῦ μέσου χώραν, τὸν [*](περὶ φυτουργίας Νῶε τὸ β΄ M: περὶ φυτουργίας Νῶε G, Φίλωνος σοφοῦ περὶ φυτουργίας τὸ δεύτερον Νῶε λόγος ία U, περὶ φυτουργίας τὸ δεύτερον Νῶε FH 1 πρώτω L τὰ fort. cranspon. in lin. 2 ante περὶ γενικῆς MGUF: γενικῶς Η 2 ante περὶ ras. in H τὰ περὶ Η1 ?) 3 ἀποδώσωμεν G 4 φάσκων om. M 6 φυτουργιῶν scripsi: φυτῶν codd., φυτειῶν coni. Mang. γεωργιῶν] ἐνεργειῶν Η 8 μέγαν om. G 10 αὖ scripsi: οὐ codd. περιέχων G τὰ om. L ἅμα scripsi: ἀλλὰ codd. 11 ὅδ’ U 12 καὶ om. r ἐξ αὑτῆς om. E αὑτῆς Η2. αὑτῆς ceteri 13 μορφὴν U, κοσμεῖν E 14 καὶ om. F ἐρίζου M δ’ E) [*](11—136,15 ἐπειδὴ—χρεῖοι exstant in Epitome Περὶ κόσμου Mang. II p. 603,6—604,38.)

v.2.p.134
δὲ αἰθέριον ἐν κύκλῳ τόπον ὠχυροῦτο τῶν ἐντὸς ὅρον τε καὶ φυλακτήριον αὐτὸν τιθείς, ἀφ’ οὗ καὶ οὐρανὸς ὠνομάσθαι δοκεῖ· καὶ ὀχεῖσθαι μὲν γῆν ὕδατι ξηρὰν οὖσαν, ἣν δέος ἦν ὕδατι διαλύεσθαι, πυρὶ δὲ ἀέρα θερμῷ φύσει τὸν ἐξ ἑαυτοῦ ψυχρότατον, θαῦμα ἔκτοπον, ὁ θαυματοποιὸς εἰργάζετο.