De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
οἱ δὲ τὸ μὲν οἰνοῦσθαι [*](1 τούτῳ Turn.: τοῦτο codd. 2 τὸ δὲ codd. 3 ὁ συνετὸς Μ αὐτὰ] ταῦτα M 4 τὸ] τοῦ M διάνοιαν Η ἐστιν M 5 ἣ GF, ἢ M 6 πρὸς om. M, περὶ coni. Mang. τὸ H: τὸν MGUF φυτῶν MGUF: φυτὸν H 7 ὁ om. U 8 τῶν ἄθλων] τὰ #x003E; τῶν ἀριθμῶν conicio prius καὶ fort. del. 8. 9 συνεκρατεῖτο MUF 9. 10 ἀμπελουργικήν GUFH: ἀμπελουργίαν M 11 Νῶε] νῶ M ἔπιεν M 11. 12 ἔπιεν ἐκ τοῦ G 17 σκεψόμεθα conicio 17. 18 ἐξερευνήσωμεν scripsi: ἐξερευνήσομεν H, ἐρευνήσομεν MGUF 18 δὲ] δὴ coni. Mang. 19 οὕτως GH: οὗτος MUF, ὄντως Τθρν. εἰ] ἦ MF 20 μὲν om. U τῶ GU: χρῆσθαι 21 τῷ] τὸ M 22. 23 οἱ μὲν — ληρήσειν om. M 22 χρήσεσθαι Mang.: χρῆσθαι codd. 23 ληρήσειον G2 (coni. Mang.): ληρήσει ceteri 24. 162,1 οἰνοῦσθαι καὶ om. text., οἰνοῦσθαι τῶ add. mg. M) [*](18 sqq. cf. Usener, Epicurea p. 344; Aristotelis fragmenta coll. V. Rose, Lipsiae 1886, p. 99; de Arnim, Quellenstudien zu Philo p. 101—140.)
οἱ δὲ τὸ μέγεθος τῆς περὶ τὸ πάθος ὑπερβολῆς οὐ κατανοήσαντες, οἶμαι, τοῦ σοφοῦ μετεωροπολοῦντα αὐτὸν ὥσπερ οἱ τὰ πτηνὰ θηρῶντες ἐπὶ γῆν ἀπ’ οὐρανοῦ κατεβίβασαν, ἵν’ εἰς τὰς ὁμοίας κῆρας ἀγάγωσιν, οὐδ’ ὁρῶντες ἀρετῆς εἰς ὕψος ἔφασαν, ὅτι χρησάμενος οἴνω πλείονι τοῦ μετρίου πάντως ἀκράτωρ αὐτὸς ἑαυτοῦ γενόμενος διαμαρτήσεται καὶ οὐ χεῖρας μόνον ὑπ’ ἀσθενείας οἷα τῶν ἀθλητῶν οἱ νενικημένοι καθείς, ἀλλὰ καὶ αὐχένα καὶ κεφαλὴν παραβαλὼν καὶ ὀκλάσας καὶ ὅλον τὸ
σῶμα κατασυρεὶς ἀναπεσεῖται. τοῦτο μέντοι προμαθὼν οὐκ ἄν ποτε ἀξιώσειεν ἑκὼν εἰς πολυοινίας ἀγῶνα ἐλθεῖν, εἰ μὴ μεγάλα εἴη τὰ διαφέροντα, σωτηρία πατρίδος ἢ τιμὴ γονέων ἢ τέκνων καὶ τῶν οἰκειοτάτων σωμάτων ἀσφάλεια ἢ συνόλως ἰδίων τε καὶ κοινῶν ἐπανόρθωσις πραγμάτων.
οὐδὲ γὰρ θανάσιμον φάρμακον προσενέγκαιτο ἄν, εἰ μὴ πάνυ βιάζοιντο οἱ καιροὶ καθάπερ ἐκ πατρίδος μετανίστασθαι τοῦ βίου· φάρμακον δέ, εἰ καὶ οὐ θανάτου, μανίας γοῦν ἄκρατον εἶναι αἴτιον [*](1 ἀπεφήνατο Η 3 ἐπὰν M τὴν ψυχὴν scripsi : τῆ ψυχὴ codd. 3. 4 προβεβλῆσθαι conicio 4 σβεστήριον G2FH: σεβαστήριον MG1U εἶτα M 5 οἴστρων scripsi: οἴστρῳ codd. ἀνερριπισμένων Η: ἀνερριπισμένω MGUF εἶτα M ἐξημμένων H: ἐξημμένῳ MGUF 6 δι’ ἧς coni. Mang. τῶν] τῶ M βαθέως M 7 δυομένῳ M ναυτίλεσθαι H 9 τὴν H: τὶν μὲν MGUF ποτὲ F μὲν om. G 10 βυθὸν] κακὸν U κατέρριψεν U 11 οἱ δὲ] οὐδὲ M 12 περὶ] ὑπὲρ coni. Arnim περιβολῆς H οἶμαι τοῦ FH: spat. 1 — 2 litt., tum τοῦ M, ὁμετοῦ GU 13 τὴν γῆν H 14. 15 οὐδ’ ὁρῶντες scripsi: οἱ δὲ ὁρῶντες Η, ἱδρῶντες Γ’. ἱδρῶτες MGF, ἡ οὐδ’ ὁρῶντες Wilamowitz, οἲ οὐδ’ ὁρῶντες Arnim 15 εἰς ὕψος Η: εἰσὶ τὸ MF, εἰσὶν τὸ U, εἰσι ιν G (iv G2 in ras.) 16 ἑαυτὸς GF γενάμενος G 18 περιβαλὼν M 19 κατασυρεὶς U: καταρρυεὶς F, καταρεὶς G, καρωθεὶς M, παρασυρεὶς H ἀναπεσεῖται codd.: πεσεῖται v 21 σωτήρια G in ras., spat. 5 litt. M τιμῆς GUF 23 οὐδὲ MGUF: οὐ H 25 αἴτιον ἄκρατον εἶναι conicio)
διὰ τοῦτο μέντοι καὶ τὸν εὑρετὴν τῆς περὶ τὸν οἶνον ἐργασίας μαινόλην ἐκάλεσαν οἱ πρῶτοι καὶ τὰς ἐξ αὐτοῦ κατασχέτους γενομένας βάκχας μαινάδας, ἐπεὶ μανίας καὶ παραφροσύνης αἴτιος τοῖς ἀπλήστως ἐμφορουμένοις ὁ οἶνος.
τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς σκέψεως τοιαῦτά ἐστι, τὸν δὲ περὶ αὐτῆς λόγον ἤδη περαίνωμεν διπλοῦν ὡς εἰκὸς ὄντα, τὸν μὲν ὅτι ὁ σοφὸς μεθυσθήσεται κατασκευάζοντα, τὸν δὲ τοὐναντίον ὅτι οὐ μεθυσθήσεται βεβαιούμενον.
τοῦ δὲ προτέρου τὰς πίστεις ἁρμόττον λέγειν πρότερον, ποιησαμένους ἐνθένδε τὴν ἀρχήν· τῶν πραγμάτων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα εἶναι συμβέβηκεν. ὁμωνυμία δὲ καὶ συνωνυμία τἀναντία ὁμολογεῖται, ὅτι ὁμωνυμία μὲν κατὰ πολλῶν ὑποκειμένων ἓν ὄνομα,
συνωνυμία δὲ καθ’ ἑνὸς ὑποκειμένου πολλά. ἡ κυνὸς φωνὴ πάντως ὁμώνυμος ἐμφερομένων πλειόνων ἀνομοίων, ἃ δι’ αὐτῆς σημαίνεται· τό τε γὰρ χερσαῖον ὑλακτικὸν ζῷον κύων καὶ θὴρ ὁ θαλάττιος καὶ ὁ οὐράνιος ἀστήρ, ὃν ὀπωρινὸν οἱ ποιηταὶ καλοῦσιν, ὅτι τῆς ὀπώρας ἄρτι ἡβώσης ἐπιτέλλει τοῦ τελεσφορηθῆναί τε χάριν αὐτὴν καὶ πεπανθῆναι, καὶ προσέτι ὁ ἀπὸ τῆς κυνικῆς αἱρέσεως ὁρμηθεὶς φιλόσοφος, Ἀρίστιππος καὶ Διογένης καὶ ἄλλων οἳ τὰ αὐτὰ ἐπιτηδεύειν ἠξίωσαν ἀπερίληπτος ἀριθμὸς ἀνθρώπων.
ἄλλαι δ’ εἰσὶ προσρήσεις διάφοροι κατὰ σημαινομένου ἑνὸς ὡς ἰός, ὀϊστός, βέλος—τὸ γὰρ διὰ τῆς τόξου νευρᾶς ἐπὶ τὸν σκοπὸν ἀφιέμενον πάντα ταῦτα λέγεται—· καὶ πάλιν [*](1 μανίαν Η: μανίας MGUF ᾦ Mang.: ὡς MH, δ’ ὡς GUF, θάνατον δ’ ᾦ conicio 4 εἴ τις GF: ἥτις MUH 5 τὸν εὑρετὴν MF: τὴν ἀρετὴν GUH τὸν om. M τῶν οἴνων Η 6 μαινόλην GUF: μενώλην M, μαινομένην Η πρῶτοι] ποιηταὶ coni. Osann ἀκατασχέτους MFH γενομένους Η 8 ἐμφερομένοις U1 ut vid. 9 περαίνωμεν M: περαίνομεν GUFH διπλὸν H, διπλῶς U 10 τὸν μὲν MH: τὰ μὲν GUF ὁ om. L 13 συμβέβηκε U 14 ὅτι ὁμωνυμία Turn.: τὴν ὁμωνυμίαν codd. 15 συνωνυμίαν M πολλά add. Mang. 16 ἐκφερομένων GF 18 ὅτι MGUF: ὁ Η, ὃς v 19 ἐπιτέλλει Η: ἐπιτέλει UF, ἐπὶ τέλει MG 20 προσέτι] spatium, tum ἔτι M 21 Διομένης M 22 δὲ M 23 κατὰ] μετὰ F ὡς ἰός] ὁσίως G1 ὀιστός G2FH: ὁ εἰς τὸ MG1U 23. 24 τῆς τοῦ τόξου GU ἀφιέμενος H) [*](6 μαινόλην] cf. Osann ad Cornutum p. 357, Clementis Protrept. 12 p. 11 P, Origenem Contra Celsum III 23 p. 460; Bruchmann, Epitheta deorum ρ. 88.)
καὶ μὴν πάλιν σκίπων, βακτηρία, ῥάβδος ἑνὸς ὑποκειμένου διάφοροι κλήσεις, ᾧ τύπτειν καὶ ἀκραδάντως σκηρίπτεσθαι καὶ ἐπερείδεσθαι καὶ ἄλλα πλείω ποιεῖν ἔνεστι. ταῦτα δ’ οὐ μακρολογοῦντες ὅλως εἴπομεν, ἀλλ’ ὑπὲρ τοῦ
σαφέστερον γνῶναι τὸ ζητούμενον. τὸν ἄκρατον ὥσπερ οἶνον, οὕτως καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν· πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τοὔνομα ἐμφερόμενον, ὥστ’ εἰ τὰ συνωνυμοῦντα καθ’ ἑνὸς ὑποκειμένου λέγεται, οἶνος καὶ μέθυ, καὶ τὰ ἀπὸ τούτων οὐδὲν ὅτι μὴ φωναῖς διοίσει μόνον, τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν [ἕν]·
ἑκάτερον δὲ πλείονος οἴνου χρῆσιν ἐμφαίνει, ἣν πολλῶν ἕνεκα αἰτιῶν οὐκ ἂν ἀποστρέφοιτο ὁ σπουδαῖος. εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται, χεῖρον οὐδὲν ἐκ τῆς μέθης διατεθείς, ἀλλὰ ταὐτὸν ὅπερ καὶ [ὁ] ἐκ ψιλῆς τῆς οἰνώσεως παθών.
Μία μὲν ἀπόδειξις περὶ τοῦ τὸν σοφὸν μεθυσθῆναι λέλεκται, δευτέρα δ’ ἐστὶ τοιαύτη· σχεδὸν οἱ νῦν ἄνθρωποι τοῖς προτέροις ἔξω μέρους βραχέος οὐδὲν ὁμοιότροπον ζηλοῦν ἀξιοῦσιν, ἀλλὰ καὶ ἐν λόγοις καὶ ἐν ἔργοις τὸ μὴ συνῳδὸν καὶ διαφωνοῦν ἐπιδείκνυνται·
τοὺς μὲν γὰρ λόγους ὑγιαίνοντας καὶ ἐρρωμένους εἰς πάθος ἀνήκεστον καὶ φθορὰν περιήγαγον ἀντὶ σφριγώσης καὶ ἀθλητικῆς ὄντως εὐεξίας οὐδὲν ὅτι μὴ νοσοῦν κατασκευάσαντες καὶ τὸν πλήρη καὶ ναστόν, ὡς ἔφη τις, ὑπ’ [*](1 εἰρεσία GH2: ἐρεσία GH2: πρὸς] spatium M ἱστίοις (sic) H: ἐν ἱστίοις MGUF 2 ἱστίοις Η: ἱστοῖς MGU, ἱστοῖς F πρὸς κώπη G: spat. 3 litt., tum κώπη M 3 ἑτέρωθεν L ἀποτείνοντες MG 4 πρὸς] spatium in M 5 ἐντεμοῦσα GUF αὐτὰ conicio 6 ναυλοχωτάτοις F: ναυλοχῶ τοῖς M, ναυλοχότως G1, ναυλοχοτάτοις G2, ναυλόχωτος U, ναυλοχώτοις H ὑποδρόμοις G2UF: ὑποδρομίοις MG1H ἐνορμίζεται H : ἐναρμόζεται MGUF σκήπων F 7 ἑνὸς] ἐν οἶς Η 9 δ’ om. M 11 οὕτω Η μέθην L 12 ἐμφόμενον (sic) M ὥστε M 13. 14 καὶ τὰ—μόνον om. Η, add. mg. L 14 μόνα M ἓν GH (seclusi): ἐὰν M, ἐν UF δὲ Η: om. MGUF 15 ἐμφαίνῃ M αἰτιῶν MF: αἰτίω GUH 15. 16 ἀποστραφοῖτο GUF 17 οὐδὲ U ὧπερ F ὁ seclusi 18 οἰνώσεως Mang.: γνώσεως codd. 19 μίαν M λέγεται M 20 δέ ἐστι GFH σχεδὸν οἱ bis scr, M τῆς πρότερον F 21 οὐδὲ H 24 ἀθλητικῆς] ἀθλητι, tum spat. M ὄντας M οὐδέν ὅτι μὴ Η: οὐδὲ εἴ τι MGU, οὐδὲ ὅτι FL 24. 25 οὐδὲ οὑτινοσοῦν Turn.)
τὰς δὲ πράξεις ἐπαινέσεως καὶ σπουδῆς ἀξίας καὶ αὐτάς, ὡς ἔπος εἰπεῖν, ἄρρενας ἐξεθήλυναν αἰσχρὰς ἀντὶ καλῶν ἐργαζόμενοι, ὡς ὀλίγους εἶναι παντάπασιν ἑκατέροις, ἔργοις τε καὶ λόγοις, ἀρχαιοτρόπου ζηλώσεως ἐρῶντας.
τοιγαροῦν ἐπ’ ἐκείνων ποιηταὶ καὶ λογογράφοι καὶ ὅσοι περὶ τὰ ἄλλα μουσικῆς ἐσπούδαζον ἤνθουν, οὐ τὰς ἀκοὰς διὰ τῆς ἐν ῥυθμοῖς φωνῆς ἀφηδύνοντές τε καὶ θρύπτοντες, ἀλλὰ εἴ τι τῆς διανοίας κατεαγὸς καὶ κεκλασμένον ἐγείροντες καὶ ὅσον ἐμμελὲς αὐτῆς ἁρμοζόμενοι φύσεως καὶ ἀρετῆς ὀργάνοις· ἐφ’ ἡμῶν δὲ ὀψαρτυταὶ καὶ σιτοπόνοι καὶ ὅσοι τῆς ἐν βαφικῇ καὶ μυρεψικῇ τεχνῖται περιεργίας, ἀεί τι καινὸν χρῶμα ἢ σχῆμα ἢ ἀτμὸν ἢ χυλὸν ἐπιτειχίζοντες ταῖς αἰσθήσεσιν, ὅπως τὸν ἡγεμόνα πορθήσωσι νοῦν.
τίνος δὴ χάριν τούτων ἐμνήσθην; ἵν’ ἐπιδείξω, ὅτι καὶ τὸν ἄκρατον οὐχ ὁμοίως οἱ νῦν τοῖς πάλαι προσφέρονται. νῦν μὲν γὰρ ἄχρι τοῦ σῶμα καὶ ψυχὴν παρεθῆναι πίνουσιν ἀθρόως καὶ ἀπνευστί, χαίνοντες ἔτι καὶ προσεπιφέρειν τοῖς οἰνοχοουμένοις κελεύοντες, κἂν διαμέλλωσιν ἀγανακτοῦντες, ὅτι τὸν θερμὸν λεγόμενον παρ’ αὐτοῖς πότον παραψύχουσι, καὶ τὸ παράκομμα τῶν γυμνικῶν, τὸν παροίνιον ἀγῶνα, πρὸς τοὺς συνόντας ἐπιδείκνυνται, ἐν ᾧ μεγάλα καὶ καλὰ ἀλλήλους ἀντιδρῶσιν, ὦτα καὶ ῥῖνας καὶ χειρῶν ἄκρους δακτύλους καὶ ὁποῖα δ’ ἂν τύχῃ μέρη τοῦ σώματος ἀπεσθίοντες.