De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οὐκοῦν τὸ μέθης φυτὸν ἐξεργάζεται τεχνικῶς καὶ ἐπιστημόνως ὁ δίκαιος τῶν ἀφρόνων ἄτεχνον καὶ πλημμελῆ ποιουμένων αὐτοῦ τὴν ἐπιστασίαν, ὥστε ἀναγκαῖον τὰ προσήκοντα περὶ μέθης εἰπεῖν· εὐθὺς γὰρ εἰσόμεθα καὶ τὴν δύναμιν τοῦ παρέχοντος αὐτῇ τὰς ἀφορμὰς φυτοῦ. τὰ μὲν οὖν εἰρημένα τῷ νομοθέτῃ περὶ μέθης εἰσόμεθα ἐπ’ ἀκριβείας αὖθις, νυνὶ δὲ ἐξερευνήσωμεν ὅσα καὶ τοῖς ἄλλοις ἔδοξεν.

ἐσπουδάσθη δὲ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως. προτείνεται δὲ οὕτως, εἰ μεθυσθήσεται ὁ σοφός. ἔστι τοίνυν τὸ μεθύειν διττόν, ἓν μὲν ἴσον τι τῷ οἰνοῦσθαι, ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ.

τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρήσεσθαι τὸν σοφὸν μήτε ληρήσειν· τὸ μὲν γὰρ ἁμάρτημα, τὸ δὲ ἁμαρτήματος εἶναι ποιητικόν, ἑκάτερον δὲ ἀλλότριον κατορθοῦντος·

οἱ δὲ τὸ μὲν οἰνοῦσθαι [*](1 τούτῳ Turn.: τοῦτο codd. 2 τὸ δὲ codd. 3 ὁ συνετὸς Μ αὐτὰ] ταῦτα M 4 τὸ] τοῦ M διάνοιαν Η ἐστιν M 5 ἣ GF, ἢ M 6 πρὸς om. M, περὶ coni. Mang. τὸ H: τὸν MGUF φυτῶν MGUF: φυτὸν H 7 ὁ om. U 8 τῶν ἄθλων] τὰ #x003E; τῶν ἀριθμῶν conicio prius καὶ fort. del. 8. 9 συνεκρατεῖτο MUF 9. 10 ἀμπελουργικήν GUFH: ἀμπελουργίαν M 11 Νῶε] νῶ M ἔπιεν M 11. 12 ἔπιεν ἐκ τοῦ G 17 σκεψόμεθα conicio 17. 18 ἐξερευνήσωμεν scripsi: ἐξερευνήσομεν H, ἐρευνήσομεν MGUF 18 δὲ] δὴ coni. Mang. 19 οὕτως GH: οὗτος MUF, ὄντως Τθρν. εἰ] ἦ MF 20 μὲν om. U τῶ GU: χρῆσθαι 21 τῷ] τὸ M 22. 23 οἱ μὲν — ληρήσειν om. M 22 χρήσεσθαι Mang.: χρῆσθαι codd. 23 ληρήσειον G2 (coni. Mang.): ληρήσει ceteri 24. 162,1 οἰνοῦσθαι καὶ om. text., οἰνοῦσθαι τῶ add. mg. M) [*](18 sqq. cf. Usener, Epicurea p. 344; Aristotelis fragmenta coll. V. Rose, Lipsiae 1886, p. 99; de Arnim, Quellenstudien zu Philo p. 101—140.)

v.2.p.162
καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον· τὴν γὰρ ἐν αὐτῷ φρόνησιν ἱκανὴν εἶναι τοῖς βλάπτειν ἐπιχειροῦσιν ἀντιστατῆσαι καὶ τὸν ἐπὶ τὴν ψυχὴν νεωτερισμὸν αὐτῶν καθελεῖν· δύναμιν δὲ περιβεβλῆσθαι φρόνησιν παθῶν σβεστήριον εἴτε ὑπὸ φλεγμαίνοντος ἔρωτος οἴστρων ἀνερριπισμένων εἴτε ὑπὸ πολλοῦ καὶ ζέοντος ἐξημμένων οἴνου, δι’ ἣν ὑπεράνω στήσεται· ἐπεὶ καὶ τῶν κατὰ ποταμοῦ βαθέος ἢ θαλάττης δυομένων οἱ μὲν ἄπειροι τοῦ ναυτίλλεσθαι διαφθείρονται, οἱ δὲ τοῦ πράγματος ἐπιστήμονες τάχιστα διασῴζονται· καὶ μὴν ὥσπερ χειμάρρους ὁ πολὺς ἄκρατος ἐπικλύζων τὴν ψυχὴν τοτὲ μὲν βρίθουσαν εἰς ἀμαθίας ἔσχατον βυθὸν κατέρριψε, τοτὲ δὲ ὑπὸ τῆς σωτηρίου παιδείας ἐπικουφιζομένην καὶ ἐπελαφριζομένην οὐδὲν ἴσχυσε βλάψαι.

οἱ δὲ τὸ μέγεθος τῆς περὶ τὸ πάθος ὑπερβολῆς οὐ κατανοήσαντες, οἶμαι, τοῦ σοφοῦ μετεωροπολοῦντα αὐτὸν ὥσπερ οἱ τὰ πτηνὰ θηρῶντες ἐπὶ γῆν ἀπ’ οὐρανοῦ κατεβίβασαν, ἵν’ εἰς τὰς ὁμοίας κῆρας ἀγάγωσιν, οὐδ’ ὁρῶντες ἀρετῆς εἰς ὕψος ἔφασαν, ὅτι χρησάμενος οἴνω πλείονι τοῦ μετρίου πάντως ἀκράτωρ αὐτὸς ἑαυτοῦ γενόμενος διαμαρτήσεται καὶ οὐ χεῖρας μόνον ὑπ’ ἀσθενείας οἷα τῶν ἀθλητῶν οἱ νενικημένοι καθείς, ἀλλὰ καὶ αὐχένα καὶ κεφαλὴν παραβαλὼν καὶ ὀκλάσας καὶ ὅλον τὸ

σῶμα κατασυρεὶς ἀναπεσεῖται. τοῦτο μέντοι προμαθὼν οὐκ ἄν ποτε ἀξιώσειεν ἑκὼν εἰς πολυοινίας ἀγῶνα ἐλθεῖν, εἰ μὴ μεγάλα εἴη τὰ διαφέροντα, σωτηρία πατρίδος ἢ τιμὴ γονέων ἢ τέκνων καὶ τῶν οἰκειοτάτων σωμάτων ἀσφάλεια ἢ συνόλως ἰδίων τε καὶ κοινῶν ἐπανόρθωσις πραγμάτων.

οὐδὲ γὰρ θανάσιμον φάρμακον προσενέγκαιτο ἄν, εἰ μὴ πάνυ βιάζοιντο οἱ καιροὶ καθάπερ ἐκ πατρίδος μετανίστασθαι τοῦ βίου· φάρμακον δέ, εἰ καὶ οὐ θανάτου, μανίας γοῦν ἄκρατον εἶναι αἴτιον [*](1 ἀπεφήνατο Η 3 ἐπὰν M τὴν ψυχὴν scripsi : τῆ ψυχὴ codd. 3. 4 προβεβλῆσθαι conicio 4 σβεστήριον G2FH: σεβαστήριον MG1U εἶτα M 5 οἴστρων scripsi: οἴστρῳ codd. ἀνερριπισμένων Η: ἀνερριπισμένω MGUF εἶτα M ἐξημμένων H: ἐξημμένῳ MGUF 6 δι’ ἧς coni. Mang. τῶν] τῶ M βαθέως M 7 δυομένῳ M ναυτίλεσθαι H 9 τὴν H: τὶν μὲν MGUF ποτὲ F μὲν om. G 10 βυθὸν] κακὸν U κατέρριψεν U 11 οἱ δὲ] οὐδὲ M 12 περὶ] ὑπὲρ coni. Arnim περιβολῆς H οἶμαι τοῦ FH: spat. 1 — 2 litt., tum τοῦ M, ὁμετοῦ GU 13 τὴν γῆν H 14. 15 οὐδ’ ὁρῶντες scripsi: οἱ δὲ ὁρῶντες Η, ἱδρῶντες Γ’. ἱδρῶτες MGF, ἡ οὐδ’ ὁρῶντες Wilamowitz, οἲ οὐδ’ ὁρῶντες Arnim 15 εἰς ὕψος Η: εἰσὶ τὸ MF, εἰσὶν τὸ U, εἰσι ιν G (iv G2 in ras.) 16 ἑαυτὸς GF γενάμενος G 18 περιβαλὼν M 19 κατασυρεὶς U: καταρρυεὶς F, καταρεὶς G, καρωθεὶς M, παρασυρεὶς H ἀναπεσεῖται codd.: πεσεῖται v 21 σωτήρια G in ras., spat. 5 litt. M τιμῆς GUF 23 οὐδὲ MGUF: οὐ H 25 αἴτιον ἄκρατον εἶναι conicio)

v.2.p.163
συμβέβηκε. διὰ τί δ’ οὐχὶ καὶ μανίαν λεκτέον θάνατον, ᾧ τὸ κράτιστον ἀποθνῄσκει τῶν ἐν ἡμῖν, ὁ νοῦς; ἀλλά μοι δοκεῖ τις ἂν εἰκότως τὸν διακρίνοντα καὶ διαλύοντα ψυχήν τε καὶ σῶμα ὡς κουφότερον ἀντὶ βαρυτέρου τοῦ κατὰ τὴν ἔκστασιν, εἴ τις ἦν αἵρεσις, ἀνενδοιάστως ἑλέσθαι.