De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὁ δὲ πέμπτος υἱὸς τῆς κατὰ τὸν πέμπτον ἐνιαυτὸν τῶν φυτευθέντων ἀδιαφορεῖ χρήσεως· ὅ τε γὰρ γεωπόνος μισθὸν τρόπον τινὰ λαμβάνει παρὰ τῶν δένδρων ἔτει πέμπτῳ καὶ τὸ τῆς ψυχῆς γέννημα Ἰσσάχαρ [ὃς] μισθὸς ἐκαλεῖτο, καὶ σφόδρα εἰκότως, μετὰ τὸν εὐχάριστον Ἰούδαν ἀποκυηθείς· τῷ γὰρ εὐχαρίστῳ μισθὸς αὐτὸ τὸ εὐχαριστεῖν αὐταρκέστατος.

οἱ μὲν οὖν τῶν δένδρων καρποὶ γεννήματα λέγονται τῶν ἐχόντων, ὁ δὲ παιδείας καὶ φρονήσεως οὐκέτι ἀνθρώπου, μόνου δέ, ὥς φησι Μωυσῆς, τοῦ πανηγεμόνος· εἰπὼν γὰρ „τὰ γεννήματα αὐτοῦ“ ἐπιφέρει· „ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν“, ἐναργέστατα παριστὰς ὅτι οὗ τὸ γέννημα καὶ ὁ τῆς ψυχῆς καρπός, [*](1 ἡ διὰ M 2 ἡ M παντοδαπὰς Turn.: πάντα ποιοῦσα Η, ἅπαντα ποιοῦσα MGU, ἁπάσας ποιοῦσα F 5 ψυχρότητας add. Mang. 5. 6 σκιδνωμένης M 8 τέταρτός] διά M έ M ἐπὶ] ἐπὰν M 11 τρόπον] πρότερον L 12 ἐξελάκησεν U 12. 13 ἰσάχαρ M 13 ἐστιν Η 15 πρὸς] spatium in M ἣν UH: ἣν MF, ὃς G2 in ras. 16 post σπουδαίας add. ἐστὶν G2 παρ’ ὃ U καὶ] δὲ M 18 τράπηται scripsi: τραπῆ codd. τελειότητος GU: τελειότατον MFH 10 ἀρεστὸν M 20 ε' M 21 ε' M 22 ἔτει MH: ἔτι GUF 23 καὶ H: om. MGUF ὃς] ὁ U, ὃς secl. Cohn 24 τὸν] τὴν H 25 αὐτῶ M1H 26 δὲ] γὰρ M 28 γενήματα G ἡμῶν M1 οὕ MH: οὐ G1UF, καὶ G2)

v.2.p.161
εἷς ἐστιν ὁ θεός.