De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
παλαιὸς γοῦν ᾄδεται λόγος ὑπὸ μὲν σοφῶν εὑρεθείς, μνήμῃ δέ, οἷα φιλεῖ, κατὰ διαδοχὰς παραδοθεὶς τοῖς μετέπειτα, οὐδὲ τὰς ἀεὶ παιδείας λίχνους ἡμετέρας παρῆλθεν ἀκοάς. ἔστι δὲ τοιόσδε· ἡνίκα, φασί, τὸν σύμπαντα κόσμον ὁ ποιητὴς ἐτελεσφόρησεν, ἑνὸς τῶν ὑποφητῶν ἐπύθετο, εἴ τι ποθεῖ μὴ γενόμενον τῶν ὅσα κατὰ γῆς καὶ καθ’ ὕδατος ἢ ὅσα κατὰ τὴν μετάρσιον ἀέρος ἢ τὴν ἐσχάτην τοῦ παντὸς φύσιν οὐρανοῦ γέγονεν.
ὁ δὲ ἀπεκρίνατο τέλεια μὲν καὶ πλήρη πάντα διὰ πάντων εἶναι, ἓν δὲ μόνον ζητεῖν, τὸν ἐπαινέτην αὐτῶν λόγον, ὃς τὰς ἐν πᾶσι καὶ τοῖς βραχυτάτοις καὶ ἀφανεστάτοις δοκοῦσιν ὑπερβολὰς οὐκ ἐπαινέσει μᾶλλον ἢ ἐξαγγελεῖ· τὰς γὰρ διηγήσεις τῶν τοῦ θεοῦ ἔργων αὐταρκέστατον ἐκείνων ἔπαινον εἶναι, προσθήκης οὐδεμιᾶς ἔξωθεν εἰς [*](1 δυεῖν (iliF: δυοῖν MH 2 γ' M δ' M 4 καὶ post ἅγιος add. U 5 πλήρη τοῦτον τὸν ἀριθμὸν #x003E;, ὃς καὶ συμπάντων .... ὅρον ἔχει conicio (cf. De opif. § 47 ἀριθμῶ M 7. 8 ἐν ἀριθμοῖς scripsi: μὲν ἀριθμὸς codd. 8 ἀλλὰ δεκὰς μὲν Η: om. MGUF δυνάμει UH: δύναμιν MGF 10 γε] γὰρ conicio ἅγιον] αἰνετόν Mang. 11 ἔνεστι MGUFN: ἔστι Η ἐγχαριστῆσαι M 12 ἀναθυμάτων Η 14 γεγονὸς G 17 μετέπειτα UH: ἔπειτα MGFN 17. 18 (8;) οὐδὲ vel παρελθών conicio ἀεὶ παιδείας λίχνους MGUF: εἰς ἀεὶ παιδείας λίχνους N, ἀεὶ λίχνους παιδείας Η 19 ἑνὸς] ἐντὸς H 20 μὴ γενόμενον ποθεῖ U 20 τῶν] τὸν M 23 ὃς] ὡς U 24 τοῖς om. L 25 μᾶλλον] μόνον H 26 ἐπαίτιον N εἶναι HG2: ἶνα MG1UFN) [*](9—159,17 17 N fol. 188r: τόν τε παιδείς—γεγονότων.)
ἀκούσαντα δὲ τὸν πατέρα τοῦ παντὸς τὸ λεχθὲν ἐπαινέσαι, καὶ οὐκ εἰς μακρὰν τὸ πάμμουσον καὶ ὑμνῳδὸν ἀναφανῆναι γένος ἐκ μιᾶς δὴ τῶν περὶ αὐτὸν δυνάμεων παρθένου Μνήμης, ἣν Μνημοσύνην παρατρέποντες οἱ πολλοὶ τοὔνομα καλοῦσιν.
ὁ μὲν οὖν τῶν παλαιῶν μῦθος ὧδε ἔχει. ἑπόμενοι δὲ ἡμεῖς αὐτῷ λέγομεν, ὅτι οἰκειότατόν ἐστιν ἔργον θεῷ μὲν εὐεργετεῖν, γενέσει δὲ εὐχαριστεῖν μηδὲν ἔξω τούτου πλέον τῶν εἰς ἀμοιβὴν ἀντιπαρασχεῖν δυναμένῃ· ὃ γὰρ ἂν θελήσῃ τῶν ἄλλων ἀντιχαρίσασθαι, τοῦθ’ εὑρήσεται τοῦ πάντα πεποιηκότος ἀλλ’ οὐ τῆς κομιζούσης φύσεως κτῆμα ἴδιον.
μαθόντες οὖν, ὡς ἓν ἔργον ἡμῖν ἐπιβάλλει μόνον ἐν τοῖς πρὸς τιμὴν θεοῦ, τὸ εὐχάριστον, τοῦτο ἀεὶ καὶ πανταχοῦ μελετῶμεν διὰ φωνῆς καὶ διὰ γραμμάτων ἀστείων καὶ μηδέποτε ἐπιλείπωμεν μήτε λόγους ἐγκωμιαστικοὺς μήτε ποιήματα συντιθέντες, ἵνα καὶ ἐμμελῶς καὶ χωρὶς μέλους καὶ καθ’ ἑκατέραν φωνῆς ἰδέαν, ᾗ τὸ λέγειν καὶ τὸ ᾄδειν ἀποκεκλήρωται, ὅ τε κοσμοποιὸς καὶ ὁ κόσμος γεραίρηται, „ὁ μέν“, ὡς ἔφη τις, „ἄριστος τῶν αἰτίων, ὁ δὲ τελειότατος τῶν γεγονότων“.
ἐπειδὰν οὖν ἔτει καὶ ἀριθμῷ τετάρτῳ πᾶς ὁ ψυχῆς ἀφιερωθῇ καρπός, τῷ πέμπτῳ τὴν ἀπόλαυσιν καὶ χρῆσιν ἡμεῖς αὐτοὶ σχήσομεν. φησὶ γάρ· „ἐν τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν“, ἐπειδὴ τὸ γεγονὸς τοῦ πεποιηκότος ὕστερον ἐν ἅπασιν ἐξετάζεσθαι νόμος φύσεως ἀνεπίληπτος, ὥστε κἄν, εἰ τῶν δευτερείων ἀντιλαμβανοίμεθα, καὶ θαυμαστὸν ἡγεῖσθαι.
καὶ διὰ τοῦτο μέντοι τὸν καρπὸν τοῦ πέμπτου ἡμῖν ἀνατίθησιν, ὅτι αἰσθήσεως πεντὰς ἀριθμὸς οἰκεῖος καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ τρέφον τὸν νοῦν [*](1 ἀψευδέστατον FN 2 ἀκούσαντος M 3 ἀναφανεῖται L, ἀναφῆναι coni. Mang. 4 δὴ scripsi: δὲ codd. N αὐτῶν Η ἣν] τὴν U 5 καλοῦσι Η 5. 6 ὁ μὲν—λέγομεν om. N 7 θεῷ scripsi: θεὸν codd. N γενέσει scripsi: γένεσιν codd. N μηδὲ H 8 τούτου om. N πλεόντων M δυναμένη scripsi: δυναμένην FN, δυναμένων GHU, δύναμέν (sic!) M 9 εὑρήσεται Η, εὑρήσει conicio 10 φύσεως Η: om. MGUFN 11 ἓν ἔργον MG: ἐνεργὸν UFN, ἔργον ἓν ἐν Η 14 ποίημα Η 14. 15 ἑτέραν U 15 ἣ ’ ᾗ #x003E; τὸ λέγειν καὶ #x003E; conicio ἀεὶ δεῖν FN 16 γεραίρεται FN 17 αἰτιῶν M ἐπειδὴ M ἔτει H: ἔτι MGUF 19 αὑτοὶ σχήσομεν Cohn: αὐτοῖς χρήσομεν codd. 20 τὸν om. H 21. ἅπασιν H: ἁπάσαις MGUF 22 ἀντιλαμβανοίμεθα H: ἐπιλανθανοίμεθα MGUF καὶ vid. del. θαυμαστῶν G2 23 ἑ M πέμπτου #x003E; conicio ὅταν M 24 post οἰκεῖος add. εἴδους καὶ ἐν αἰσθήσει γένους πλεῖστον μετέχομεν MGUF) [*](16 cf. Platonis Timaeum p. 29 Α.)