De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τόν τε παιδείας καρπὸν οὐ μόνον ἅγιον, ἀλλὰ καὶ αἰνετὸν εἶναί φησι προσηκόντως· ἑκάστη μέν γε τῶν ἀρετῶν ἐστι χρῆμα ἅγιον, εὐχαριστία δὲ ὑπερβαλλόντως· θεῷ δὲ οὐκ ἔνεστι γνησίως εὐχαριστῆσαι δι’ ὧν νομίζουσιν οἱ πολλοὶ κατασκευῶν ἀναθημάτων θυσιῶν—οὐδὲ γὰρ σύμπας ὁ κόσμος ἱερὸν ἀξιόχρεων ἂν γένοιτο πρὸς τὴν τούτου τιμήν —, ἀλλὰ δι’ ἐπαίνων καὶ ὕμνων, οὐχ οὓς ἡ γεγωνὸς ᾄσεται φωνή, ἀλλὰ οὓς ὁ ἀειδὴς καὶ καθαρώτατος νοῦς ἐπηχήσει καὶ ἀναμέλψει.

παλαιὸς γοῦν ᾄδεται λόγος ὑπὸ μὲν σοφῶν εὑρεθείς, μνήμῃ δέ, οἷα φιλεῖ, κατὰ διαδοχὰς παραδοθεὶς τοῖς μετέπειτα, οὐδὲ τὰς ἀεὶ παιδείας λίχνους ἡμετέρας παρῆλθεν ἀκοάς. ἔστι δὲ τοιόσδε· ἡνίκα, φασί, τὸν σύμπαντα κόσμον ὁ ποιητὴς ἐτελεσφόρησεν, ἑνὸς τῶν ὑποφητῶν ἐπύθετο, εἴ τι ποθεῖ μὴ γενόμενον τῶν ὅσα κατὰ γῆς καὶ καθ’ ὕδατος ἢ ὅσα κατὰ τὴν μετάρσιον ἀέρος ἢ τὴν ἐσχάτην τοῦ παντὸς φύσιν οὐρανοῦ γέγονεν.