De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸ δὲ τῆς ἀκιβδηλεύτου φιλίας δένδρον ἀποσεισάμενον καὶ μεθέμενον ταῦτα καρπὸν τοῖς χρησομένοις ὠφελιμώτατον οἴσει, τὸ ἀδέκαστον. [*](2. 3 ὁ γὰρ ἐν ἄλλῳ #x003E; λαβὼν ἂν) ὄνησιν ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει #x003E; .... conicio, καιρὸν ὠφεληθῆναι secl. Mang. 2 οἴησιν U 3 καιρὸν H2: καλὸν ceteri 4 ἀποδῷς H: ἀποδιδοὺς MGUF 6 ἐπὶ θήρᾳ MGUF 6 θήρας codd. πλείονι H γε Turn.: τε codd., γὰρ conicio 8 σφόδρ’ U ἀνυπαίτιοι MF, ἄν #x003E; ὑπαίτιοι conicio 9 ἄφθονον τοῖς scripsi: ἀφθόνοις MGUF, ἄφθονον H 9. 10 ποιήσουσι conicio ἄν deleto, ποιήσαντες coni. Cohn 11 ἐπ’ ἄγρα H: ἐπ’ ἄγρας U, ἀπ’ ἄγρας MGF προφέρεται M, προσφερέτω F 12 οὖν om. H1 15. 16 κἀν τῶ (corr. vid. ex τὸ)—παραβλαστάνοντα H: καὶ τὸ φιλίας μέντοι φυτὸν τοῦτο δὲ τὸν παραβλαστάνον MGUF 16 προβλαστάνοντα L 18 πρὸς] καὶ M 20 οὐκἀκείνους (sic) G 25 φιλίας Mang.: σοφίας codd. 26 χρησαμένοις μένοις MGF)

v.2.p.154
εὔνοια γάρ ἐστι βούλησις τοῦ τῷ πλησίον εἶναι τὰ ἀγαθὰ αὐτοῦ χάριν ἐκείνου. αἱ δέ γε χαμαιτύπαι καὶ οἱ κόλακες αὑτῶν ἕνεκα σπουδάζουσιν, αἱ μὲν τοῖς ἐρασταῖς, οἱ δὲ τοῖς κολακευομένοις τὰ ἀγαθὰ προσάγειν. τὰς οὖν εἰρωνείας καὶ γοητείας καθάπερ ἐπιφυομένας κῆρας τῷ φιλίας φυτῷ

περικοπτέον. ἱερουργίαι γε μὴν καὶ ἡ περὶ τὰς θυσίας ἁγιστεία βλάστημα κάλλιστον, ἀλλὰ παραναπέφυκεν αὐτῷ κακόν, δεισιδειμονία, ἣν πρὶν χλοῆσαι λυσιτελὲς ἐκτεμεῖν. ἔνιοι γὰρ ᾠήθησαν τὸ βουθυτεῖν εὐσέβειαν εἶναι, καὶ ἐξ ὧν ἂν κλέψωσιν ἢ ἀρνήσωνται ἢ χρεωκοπήσωσιν ἢ ἁρπάσωσιν ἢ λεηλατήσωσι μοίρας ἀπονέμουσι τοῖς βωμοῖς, οἱ δυσκάθαρτοι, τὸ μὴ δοῦναι δίκην ἐφ’ οἷς ἐξήμαρτον ὤνιον εἶναι νομίζοντες.