De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὰ μέσα τῶν καθηκόντων ἡμέρων φυτῶν ἔχειν μοι δοκεῖ λόγον· ἑκάτερα γὰρ ὠφελιμωτάτους φέρει καρπούς, τὰ μὲν σώμασι, τὰ δὲ ψυχαῖς. πολλὰ δὲ ἐν τοῖς μέσοις συναναβλαστάνοντα καὶ ἐπιφυόμενα τῶν βλαβερῶν ἀναγκαίως ἂν τέμνοιτο τοῦ μὴ ζημιοῦσθαι τὰ ἀμείνω χάριν.

ἢ οὐκ ἂν εἴποιμεν φυτὸν ἥμερον ψυχῆς παρακαταθήκης ἀπόδοσιν; ἀλλὰ τοῦτό γε τὸ φυτὸν καθάρσεως δεῖται καὶ περιττοτέρας ἐπιμελείας. τίς [*](1 περικαθαριεῖτε H: περικαθάρητε MGUF (ι s. s. G^), καὶ περικαθάρητε com. Cohn 2 ὁ καρπὸς Mang. : τὸν καρπὸν codd. ἀπερικάθαρτος scripsi: ἀκάθαρτος codd. βρωθήσετε M 3 αἰνετὸς ex LXX Mang. : ἓν ἔτος codd. 4 γενήματα G 5 ὁ ova. Η 7 καὶ post. γῆν add. v 7. 8 φυτεύσεται M, φυτεύσητε, καὶ φυτεύσητε conicio 9 δυνάμεθα ML 10 προελήλυθεν coni. Mang. 11 τῶν Tiirn.: καὶ τῶν GUFII, καὶ τὸν M 12 ὅταν δὲ om. H 13 ὁδὸν ἄν εἰσέρχηται H δόγμασιν U συντρέχῃ U: συντρέχειν ceteri 14 ἄρξεται scripsi: ἄρξηται MGFH, αὔξητε U καρπῶν H"-’: εὔκαρπον ceteri 15 γεωργεῖ H ἀπάθειαν H: εὐπαθείας MGUF, εὐπάθειαν L- 16 ἀγαθά M: τε ἀγαθά (iUF, τὰ ἀγαθά, τε τὰ ἀγαθά L ἐπεὶ οὑν Turu.: οἰκείων GHUF, οἰκεῖον M ὁ ἄρτι scripsi: ἀρετῆς codd.. ἀρετῆς ὁ V 17 φυτεύσοντι conicio οὖν post φυτεύσαντι add. G- 18 post τοῦτ’ ras. in Η ἐστὶ συνεπισκεψώμεθα (irFII: ἐστιν ἐπισκεψώμεθα M 19 post φυτῶν add. ὃν MGU, ἓν F, τὸν αὐτὸν H, ἡμέροις φυτοῖς τὸν αὐτὸν coni. Mang. ἔχει M 20 φέρει] φύσει M σώματι M δὲ U: δ’ ἐν MCiFll 22 ἂν τέμνοιτο cd. stereot. Tauchnit. (ἀνατέμνοιτο Maug.): ἂν γένοιτο codd. τά] τὴν G2)

v.2.p.153
οὖν ἡ κάθαρσις ἥδε; παρὰ νήφοντος λαβὼν παρακαταθήκην μήτε μεθύοντι μήτ’ ἀσώτῳ μήτε μεμηνότι ἀποδῷς—ὁ γὰρ λαβὼν ὄνησιν ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει καιρὸν ὠφεληθῆναι—, μηδὲ χρεώσταις ἢ δούλοις ἀποδῷς δανειστῶν καὶ δεσποτῶν ἐφεδρευόντων—προδοσία γὰρ τοῦτ’ ἐστίν, οὐκ ἀπόδοσις—, μηδὲ τὴν ἐν ὀλίγοις πίστιν φύλαττε ἐπὶ θήρᾳ τῆς ἐν πλείοσι πίστεως·