De Agricultura
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ταῦτα μὲν οὖν ἀρχῆς τε πέρι καὶ τέλους εἴρηται διὰ Νῶε τὸν δίκαιον, ὃς τὰ πρῶτα καὶ στοιχειώδη τῆς γεωργικῆς κτησάμενος τέχνης ἄχρι τῶν περάτων αὐτῆς ἐλθεῖν ἠσθένησε· λέγεται γὰρ ὅτι „ἤρξατο γῆς εἶναι γεωργός“, οὐ τῶν ὅρων τῶν ἄκρας ἐπιστήμης ἐλάβετο. τὰ δὲ περὶ τῆς φυτουργίας εἰρημένα αὐτοῦ λέγωμεν αὖθις.
[*](1 ὑπερβῆναι coni. Mang. καὶ περὶ τέλους L 3 ἠσθένησεν G γὰρ] δὲ Α 4 ὅρων Richter (ex Gelenii versione): ὀρῶν MGH, ὁρῶν Α τῶν scripsi: τἀς codd. .5 αὐτῷ coni. Mang. λέγωμεν Turn.: λέγομεν GH, λέγων MA)