De Agricultura

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

(Deut. 20,5—7). διὰ τί γάρ, εἴποιμ’ ἂν, ὦ θαυμασιώτατε, οὐχὶ [*](2 μαρυκᾶται MA 8 μέντοι scripsi: μὲν codd., δὲ v 4 ὅτι τὴν περὶ MAG: ὅτιπερ τὴν H, ὅτιπερ Turn. ἑκάτερον scripsi: θατέραν MGH, θάτερα Α, ἑκατέραν Turn. 5 διαίρεσις Maug. ex cod. Coll. Nov. 143: αἵρεσις ceteri καὶ μνήμη χωρὶς διαιρέσεως τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων suppleo 6 ἀγαθῶν Α 7 τελειότητι MAH1 8 καταπτύσσουσιν Α 9 ἡμιέργου] εἰ μὴ ἔργου Α πόλιν Α 10 ἡμιπαγοῦς om. Α 11 στίφεσι Η2: στέφεσι MAG1H1, στήφησι ut vid. G2 12 τοῦτο Α ἐν] μὲν Α ποιῆσαι L 13 τῆς πάσης] ἁπάσης Turu. 14 προστάττει GH2: πρὸς ταυτὶ MA(H1) 16 εὑρών τε M 18 post πόλεμος ras. U θύραις H2: θύρας ceteri ὢν in ras. H2 τυγχάνει Η 19 ἀνεκαίνισεν Α 20 αὐτοῦ v 20. 21 ἐν πολέμω 20—22 πορευέσθω—ἐξ αὐτοῦ om. G 23 αὑτοῦ 25 αὑτοῦ V 27 ante διὰ lacunam statuam)

v.2.p.125
τούτους μᾶλλον ἑτέρων εἰς τὸν ἀγῶνα τοῦ πολέμου κατατάττειν ἀξιοῖς, οἳ γύναια καὶ οἰκίας καὶ ἀμπελῶνας καὶ τὴν ἄλλην κτῆσιν ἀφθονωτάτην περιπεποίηνται; τοὺς γὰρ περὶ τῆς τούτων ἀσφαλείας κινδύνους, καὶ εἰ πάντως εἶεν βαρύτατοι, κουφότατα οἴσουσιν· ἐπεὶ οἷς γε τῶν λεχθέντων οὐδὲν πρόσεστιν, ἅτε μηδὲν ἔχοντες ἀναγκαῖον ἐνέχυρον ὄκνῳ καὶ ῥᾳθυμίᾳ τὰ πολλὰ χρήσονται.