De Agricultura
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
κἂν ἔτι παραθήξας ὁ νοῦς εἰς τὸ λεπτότερον ἑαυτόν, καθάπερ ἰατρὸς τὰ σώματα, τὰς τῶν πραγμάτων φύσεις ἀνατέμνῃ, πλέον οὐδὲν πρὸς ἀρετῆς κτῆσιν ἐργάσεται, ἀλλὰ διχηλήσει μὲν διαστέλλειν καὶ διακρίνειν ἕκαστα δυνάμενος, οὐ μηρυκηθήσεται δέ, ὡς ὠφελίμῳ χρῆσθαι τροφῇ κατὰ τὰς ὑπομνήσεις τὴν ἐξ ἁμαρτημάτων ἐπιγεγενημένην τραχύτητα ψυχῇ λεαινούσῃ καὶ προσηνῆ καὶ λείαν τῷ ὄντι κίνησιν ἀπεργαζομένῃ.