De Agricultura
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἁπλῶν τὰ μὲν συνημμένα, τὰ δὲ παρασυνημμένα τὸ μᾶλλον ἢ ἧττον, καὶ προσέτι δὲ διεζευγμένα καὶ ἄλλα τοιουτότροπα, ἔτι δ’ ἀληθῆ τε καὶ ψευδῆ καὶ ἄδηλα, δυνατά τε καὶ ἀδύνατα [καὶ τὰ μὲν φθαρτὰ καὶ ἄφθαρτα] καὶ ἀναγκαῖα καὶ οὐκ ἀναγκαῖα, καὶ εὔπορά τε καὶ ἄπορα καὶ ὅσα συγγενῆ τούτοις· πάλιν δὲ τῶν ἀτελῶν αἱ εἰς τὰ λεγόμενα κατηγορήματα καὶ συμβεβηκότα καὶ ὅσα τούτων ἐλάττω διαιρέσεις προσεχεῖς.
κἂν ἔτι παραθήξας ὁ νοῦς εἰς τὸ λεπτότερον ἑαυτόν, καθάπερ ἰατρὸς τὰ σώματα, τὰς τῶν πραγμάτων φύσεις ἀνατέμνῃ, πλέον οὐδὲν πρὸς ἀρετῆς κτῆσιν ἐργάσεται, ἀλλὰ διχηλήσει μὲν διαστέλλειν καὶ διακρίνειν ἕκαστα δυνάμενος, οὐ μηρυκηθήσεται δέ, ὡς ὠφελίμῳ χρῆσθαι τροφῇ κατὰ τὰς ὑπομνήσεις τὴν ἐξ ἁμαρτημάτων ἐπιγεγενημένην τραχύτητα ψυχῇ λεαινούσῃ καὶ προσηνῆ καὶ λείαν τῷ ὄντι κίνησιν ἀπεργαζομένῃ.
μυρίοι οὖν τῶν λεγομένων σοφιστῶν θαυμασθέντες κατὰ πόλεις καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν ἐπὶ τιμὴν ἐπιστρέψαντες ἕνεκα ἀκριβολογίας καὶ τῆς περὶ τὰς εὑρέσεις δεινότητος ἀνὰ κράτος τοῖς πάθεσι ἐγκατεγήρασαν καὶ ἐγκατέτριψαν τὸν βίον οὐδὲν ἰδιωτῶν ἠμελημένων καὶ φαυλοτάτων διενεγκόντες ἀνθρώπων·
διὸ καὶ παγκάλως τοὺς οὕτω βιοῦντας τῶν σοφιστῶν ὁ νομοθέτης τῷ συῶν παραβάλλει γένει διαυγεῖ μὲν οὐδενὶ καὶ καθαρῷ θολερῷ δὲ καὶ βορβορώδει βίῳ καὶ τοῖς αἰσχίστοις [*](2 πτύσματα Α ἀρατικά Menagius ad Laert. Diog. VII 66: ἐρωτικά codd. 4 ἔθος MAG: ἔθος ἐστὶν H μὲν διπλᾶ Α δὲ H 5. 6 τὰ δὲ παρασυνημμένα om. Α 6 ἡ AGH: om. M καὶ ἄλλα om. G 7 ἔτι scripsi: εἰ MAGH1, ἢ H2, τὰ V aute ψευδῆ ras. in Η 8 καὶ—ἄφθαρτα delevi, φανερὰ καὶ ἀφανῆ coni. Mang. 9 εὔπορά τε καὶ ἄπορα Turn.: ἄπορά τε καὶ εὔπορα codd. σύνεγγυς Α πάλιν in ras. H2 δὲ H: τὲ MAG 11 ἐλάττω Turn.: ἔλαττον codd. 13 ἀνατέμνῃ Turn.: ἀνατέμνει codd. ἐργάζεται Η 14. 15 οὐ μὴ ῥηθήσεται MAIP 15 μηρυκήσεται conicio 16 ἐπιγεγενημένην] ἐπήγαγεν ἡμμένην Α 16. 17 λεαίνων et ἀπεργαζόμενος conicio 17 προσηνῆ Mang.: πεινῆν MG, πεῖναν AH λείαν Η: λίαν MAG 19 τιμὴν scripsi: τιμὴ codd. (τομῆ L) 20 δεινότητας MA ἐγκατεγήρασαν Mang. : κατεγήρασαν codd. 21 ἐγκατέτριψαν scripsi: κατέτριψαν codd. 23 συῶν] συνὸν Α 24 βορβορώδει Alang. (cf. Testimonia): βαραθρώδει codd. 24. 124,1 ἐμφερομένους H2: ἐμφερόμενον MA(H1), ἐμφερομένοις G, ἐμφερομένοις V, ἐμφυρομένῳ coni. Mang., ἐμφερομένων coniciebam) [*](17 cf. Epicurea fragm. 411 23. 24 cf. Heracliti fragm. 53. 54 Byw.)
τὸν γὰρ σῦν ἀκάθαρτον εἶναί φησιν, ὅτι διχηλεῖ μέν, οὐ μηρυκᾶται δέ (Lev. 11,7), ὡς τὸν κάμηλον διὰ τὴν ἐναντίαν πρόφασιν, ὅτι μηρυκώμενος οὐ διχηλεῖ. ὅσα μέντοι τῶν ζῴων ἀμφοτέρων μετέχει, καθαρὰ εἰκότως ἀναγράφεται, ὅτι τὴν περὶ ἑκάτερον τῶν λεχθέντων ἀτοπίαν ἐκπέφευγε. καὶ γὰρ διαίρεσις ἄνευ μνήμης καὶ μελέτης καὶ διεξόδου τῶν ἀρίστων * * * ἀγαθὸν ἀτελές, ἡ δ’ ἀμφοῖν
εἰς ταὐτὸ σύνοδός τε καὶ κοινωνία τελειότατον. τελειότητα δὲ καὶ οἱ δυσμενεῖς τῆς ψυχῆς καταπτήσσουσιν, ὧν μηκέτι ἐπανίστασθαι δυναμένων ἡ ἀψευδὴς εἰρήνη κρατεῖ. ἡμιέργου δ’ ὅσοι σοφίας ἢ πάλιν ἡμιπαγοῦς ἔλαχον, ἀσθενέστεροι ἢ ὥστε ἁμαρτημάτων ἐκ πολλοῦ συγκεκροτημένων καὶ πρὸς ἀλκὴν ἐπιδεδωκότων ἐναντιοῦσθαι στίφεσι.
διὰ τοῦθ’ ὅταν ἐν τῷ τοῦ πολέμου καιρῷ ποιῆται τῆς στρατιᾶς κατάλογον, οὐχ ἅπασαν καλεῖ τὴν νεότητα, κἂν μετὰ προθυμίας τῆς πάσης αὐτοκελεύστῳ χρῆται πρὸς ἐχθρῶν ἄμυναν ἑτοιμότητι, προστάττει δὲ ἀπιόντας οἴκοι καταμεῖναι, ὡς ἂν ἐκ συνεχοῦς μελέτης τὴν τοῦ ποτε δύνασθαι νικᾶν ἀνὰ κράτος ἰσχύν τε καὶ ἐμπειρίαν εὕρωνται κραταιοτάτην.
ἡ δὲ πρόσταξις διὰ τῶν τῆς στρατιᾶς γραμματέων γίνεται, ὅταν ὁ πόλεμος ἐγγὺς καὶ ἐπὶ θύραις ὢν ἤδη τυγχάνῃ· ταυτὶ δὲ φήσουσι· „τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. καὶ τίς ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. καὶ τίς ἐμνηστεύσατο γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν“
(Deut. 20,5—7). διὰ τί γάρ, εἴποιμ’ ἂν, ὦ θαυμασιώτατε, οὐχὶ [*](2 μαρυκᾶται MA 8 μέντοι scripsi: μὲν codd., δὲ v 4 ὅτι τὴν περὶ MAG: ὅτιπερ τὴν H, ὅτιπερ Turn. ἑκάτερον scripsi: θατέραν MGH, θάτερα Α, ἑκατέραν Turn. 5 διαίρεσις Maug. ex cod. Coll. Nov. 143: αἵρεσις ceteri καὶ μνήμη χωρὶς διαιρέσεως τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων suppleo 6 ἀγαθῶν Α 7 τελειότητι MAH1 8 καταπτύσσουσιν Α 9 ἡμιέργου] εἰ μὴ ἔργου Α πόλιν Α 10 ἡμιπαγοῦς om. Α 11 στίφεσι Η2: στέφεσι MAG1H1, στήφησι ut vid. G2 12 τοῦτο Α ἐν] μὲν Α ποιῆσαι L 13 τῆς πάσης] ἁπάσης Turu. 14 προστάττει GH2: πρὸς ταυτὶ MA(H1) 16 εὑρών τε M 18 post πόλεμος ras. U θύραις H2: θύρας ceteri ὢν in ras. H2 τυγχάνει Η 19 ἀνεκαίνισεν Α 20 αὐτοῦ v 20. 21 ἐν πολέμω 20—22 πορευέσθω—ἐξ αὐτοῦ om. G 23 αὑτοῦ 25 αὑτοῦ V 27 ante διὰ lacunam statuam)
ἢ παρόσον οὐδενὸς τῶν κτηθέντων ἀπολελαύκασιν, εἶτα μηδ’ ὕστερον δυνηθῶσιν ἀπολαῦσαι; τοῖς γὰρ κρατηθεῖσι τῷ πολέμῳ τίς ἀπολείπεται τῶν κτηθέντων ὄνησις; ἀλλ’ οὐχ ἁλώσονται; εὐθὺς μὲν οὖν τό γε ἐπὶ τοῖς ἀστρατεύτοις πείσονται· οἴκοι γὰρ καθεζομένων καὶ τρυφώντων ἀνάγκη τοὺς τὰ τοῦ πολέμου συντόνως δρῶντας ἐχθροὺς οὐκ ἀναιμωτὶ μόνον ἀλλὰ καὶ ἀκονιτὶ κρατεῖν.
ἀλλὰ τὸ τῶν ἄλλων συμμάχων πλῆθος καὶ τὸν ὑπὲρ τούτων ἀγῶνα προθύμως ἀναδέξεται; πρῶτον μὲν ἄτοπον ἐπὶ ταῖς ἑτέρων σπουδαῖς ἢ τύχαις ὁρμεῖν, καὶ μάλιστα ὅτε περὶ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ πορθήσεως ἴδιός τε καὶ κοινὸς ἐπικρέμαται κίνδυνος, δυναμένους συνδιαφέρεσθαι τὰ τοῦ πολέμου καὶ μήθ’ ὑπὸ νόσου μήθ’ ὑπὸ γήρως μήθ’ ὑπ’ ἄλλης κακοπραγίας μηδεμιᾶς κωλυομένους. ἁρπάσαντας γὰρ δεῖ τὰ ὅπλα ἐν ταῖς πρώταις φάλαγξι τούτους καὶ ὑπερέχειν τῶν συμμάχων τὰς ἀσπίδας ἐκθύμως καὶ φιλοκινδύνως μαχομένους.
ἔπειτ’ οὐ προδοσίας μόνον, ἀλλὰ καὶ πολλῆς ἀναλγησίας ἐξενηνοχότες ἂν εἶεν δείγματα, εἰ οἱ μὲν ἄλλοι προπολεμήσουσιν, αὐτοὶ δὲ πρὸς τοῖς οἰκείοις πράγμασιν ἔσονται, καὶ οἱ μὲν τοὺς ὑπὲρ τῆς ἐκείνων σωτηρίας ἀγῶνας ἀναρρίπτειν θελήσουσιν, οἱ δὲ οὐδὲ τοὺς ὑπὲρ ἑαυτῶν ἀναδέξονται, καὶ οἱ μὲν ἀσιτίας καὶ χαμευνίας καὶ τὰς ἄλλας σώματός τε καὶ ψυχῆς κακώσεις ἄσμενοι διὰ τὸν τοῦ νικῆσαι πόθον καρτερήσουσιν, οἱ δὲ κονιάματα καὶ λήρους, κόσμον ἄψυχον, οἰκίαις περιτιθέντες ἢ τὴν κατ’ ἀγροὺς ὀπώραν δρεπόμενοι [*](3 περιπεποίηνται] πέρι s. s. Η2 4 καὶ] κὰν Mang. καὶ πάντως εἰ ἐν βαρύτητι Α κουφότατοι G1 6 παρ’ ὅσον codd. 9 πείσονται H2: om. ceteri 10 τρυφόντων GH τοὺς τὰ] τὰς Α τοῦ om. Η1 11 ἐχθροὺς om. L ἀκονιτὶ M: ἀκονητὶ AGH 14 ὁρμὴν A 16 δυναμένους MA: δυναμένοις GH ὑπὸ νόσου μήθ’ om. G 17 κωλυομένους codd.: κωλυομένοις Mang. 18 δεῖ] δὴ Α, ἔδει conicio τούτους H2: ταύταις ceteri, αὐτ·αῖς conicio 19 ὑπερέχων Α 20 ἔπειτ’ οὐ MG2H: ἐπεὶ τοῦ G1, ἐπεὶ τὰ Α 21 ἄν G2: om. ceteri 21. 22 προπολεμήσωσιν Α, πολεμοῦσι L 22 τοὺς om. Α 23 ἀνερρείπτειν Α 24 τοὺς] τὰς Α ἀναδείξονται Α 20 κλήρους Α 27 οἰκίας Α περιτιθέντες H: περιτιθέντας MAG ἢ] οἱ Α κατ’ ἀγροὺς G2H: καταγρῶτ᾿ M, καταγροτ G1, κατ’ ἀγρῶ τὲ Α σπορὰν H)
καλόν γε τοίχων ἐπιμελεῖσθαι, προσόδους ἐκλέγειν, ἑστιᾶσθαι, μεθύειν, θαλαμεύεσθαι, νυμφοστολεῖσθαι τὰς γεγηρακυίας καὶ σαπράς, τὸ λεγόμενον, ἀλλ’ εἰρήνης ἔργα, ἐν δ’ ἔτι ἡβῶντός τε καὶ ἀνθοῦντος ἀκμῇ πολέμου πάντα δρᾶν.
ἢ τούτων οὐχ ὁ πατήρ, οὐκ ἀδελφός, οὐ τῶν ἀφ’ αἵματος οὐδείς, οὐ γένους ἐστράτευται, ἀλλὰ πανοίκιος αὐτοῖς ἐμπεφώλευκεν ἡ δειλία; ἀλλὰ πάντως εἰσὶ μυρίοι τῶν συγγενῶν ἀγωνιζόμενοι. τούτων οὖν τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον αἰρομένων οἱ χλιδῶντες καὶ ἁβροδιαίτως ζῶντες τίνας οὐκ ἂν ἀτιθάσους θῆρας δι’ ὑπερβολὴν ὠμότητος παραδράμοιεν;
ἀλλὰ χαλεπὸν τὸ ἑτέρους ἀπονητὶ τῶν ἡμετέρων ἀπολαῦσαι πόνων. καὶ πότερον χαλεπώτερον ἐχθροὺς ἔτι ζώντων ἢ φίλους καὶ συγγενεῖς τετελευτηκότων ἐπὶ τὸν κλῆρον ἐλθεῖν; ἢ καὶ τὸ συγκρίνειν τὰ οὕτως μακρὰν ἀφεστῶτα εὔηθες;
καὶ μὴν εὔλογον μὴ μόνον ὅσα τοῖς ἀστρατεύτοις πρόσεστιν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους ἐχθρῶν κεκρατηκότων γενέσθαι κτήματα· τοῖς δέ γε ἀποθνῄσκουσιν ὑπὲρ τῆς κοινῆς σωτηρίας, καὶ εἰ μηδενὸς ἀπώναντο πρότερον τῶν κατὰ τὴν οὐσίαν, ἡδίστη τελευτὴ γίνεται λογιζομένοις ὅτι πρὸς οὓς ηὔξαντο διαδόχους τὴν οὐσίαν
ἐλθεῖν ἔρχεται. τὸ μὲν οὖν τοῦ νόμου ῥητὸν τοσαύτας καὶ ἔτι πλείους ἐπισκέψεις ἴσως ἔχει. ὡς δὲ μηδεὶς εὑρεσιλογῶν θρασύνηται τῶν κακοτεχνούντων, ἀλληγοροῦντες φήσομεν ὅτι πρῶτον μὲν οὐ μόνον οἴεται δεῖν ὁ νόμος περὶ τὴν τῶν ἀγαθῶν πονεῖσθαί τινα κτῆσιν, ἀλλὰ καὶ περὶ τὴν τῶν κτηθέντων ἀπόλαυσιν, καὶ τό γε εὐδαιμονεῖν ἀρετῆς χρήσει τελείας περιγενέσθαι νομίζει σῷον καὶ παντελῆ περιποιούσης βίον· [*](1 τἀπιλήνι’ ἄγοντες Η: τὰ πηλινιάγοντες M, τὰ ras. πιλήνια ἄγοντες G, τὰ πήλινα ἂγοντεσ Α ἢ] οἱ Α 3 τοῖχον G1 .3 ἀλλ’ in ras. H: om. ceteri ἔργον ἐν ἔτει A δ’ Η2. om. ceteri 6 πάντα δρᾶν MAGH1, πάντα ἐᾶν Η2, παλίμφημα conicio, πάντως ἂν (om. ἡ) Turn., ταῦτα δρᾶν αἴσχιστον coni. Cohn ἡ] εἰ A 6. 7 οὐχ ὁ H2: om. ceteri 7 οὐ] ἐκ H2 γένους Η2: γένος ceteri 8 ἐμπεφώλευται Α 10 αἰρομένων G: αἰρομένων MH1, αἱρουμένων AH2, ἀραμένων coni. Mang. 11 ἀτιθάσσους Α 13 πότερον GH2; πρότερον MAH1 14 ἢ scripsi: ἡ codd. 14. 15 ἢ—εὔηθες om. Α τοὺς et ἀφεστῶτας Turn. 14 οὕτω H 15 μόνον ὅσα in ras. Η2 10 post πρόσεστιν add. ὑπομένειν vel similc verbum Mang. 18 post μηδενὸς add. ἀπήλαυσαν Η2 ἀπώναντο Cohn: ἀφ’ ὧν ἄν τὸ codd. post πρότερον add. εἶχον H2 20 ἔρχεται Mang.: εὔχεται MAG, ἔτυχε in ras. ῥητόν H2: ῥητέον ceteri ἔτι GH2: ἐπὶ MAH1 21 ἐπισκέψεις MAH1: ἐπισκήψεις GH2 ἔχει Mang. ex cod. Coll. Nov. 143: ἔχειν codd. εὑρεσιλόγων M, εὑρέσει λόγων Α 22 οὐ GH2: om. MAH1 25 νομίζειν coni. Mang.)
αἱ μὲν τοίνυν ἀρχαὶ περὶ μνηστῆρα φιλοῦσι γίνεσθαι—καθάπερ γὰρ ὁ μνώμενος γυναῖκα μέλλων ἐπὰν ἀνὴρ οὐ γεγονὼς ἤδη, τὸν αὐτὸν τρόπον ὁ εὐφυὴς εὐγενῆ μὲν καὶ καθαρὰν ἄξεσθαι παρθένον, παιδείαν, ἐλπίζει, μνᾶται δ’ αὐτίκα—, αἱ δὲ προκοπαὶ περὶ γεωργόν—ὡς γὰρ ἐπιμελὲς τῷ φυτουργῷ τὰ δένδρα αὔξεσθαι, καὶ τῷ φιλομαθεῖ τὰ φρονήσεως θεωρήματα ποιῆσαι μηκίστην λαβεῖν ἐπίδοσιν —, αἱ δὲ τελειότητες περὶ δημιουργίαν οἰκίας τελειουμένης μέν, οὔπω δὲ πῆξιν λαβούσης.
ἁρμόττει δὴ πᾶσι τούτοις, ἀρχομένοις, προκόπτουσι, τετελειωμένοις, βιοῦν ἀφιλονείκως καὶ μὴ τῷ τῶν σοφιστῶν ἐπαποδύεσθαι πολέμῳ δύσεριν ταραχὴν ἐπὶ νοθείᾳ τἀληθοῦς ἀεὶ μελετώντων· ἐπειδὴ τἀληθὲς εἰρήνῃ φίλον, ἣ δυσμενὴς αὐτοῖς.
εἰ γὰρ εἰς τοῦτον ἀφίξονται τὸν ἀγῶνα πρὸς ἐμπειροπολέμους ἰδιῶται, παντελῶς ἁλώσονται· ὁ μὲν ἀρχόμενος, ὅτι ἄπειρος, ὁ δὲ προκόπτων, ὅτι ἀτελής, ὁ δὲ τέλειος, ὅτι οὔπω ἄτριβος ἀρετῆς· δεῖ δ’ ὥσπερ τὰ κονιάματα στηριχθῆναι βεβαίως καὶ λαβεῖν πῆξιν, οὕτως τὰς τῶν τελειωθέντων ψυχὰς κραταιωθείσας παγιώτερον ἱδρυθῆναι μελέτῃ συνεχεῖ καὶ γυμνάσμασιν ἐπαλλήλοις.