De Agricultura
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
„γενέσθω Δὰν ὄφις“ οὐχ ἑτέρωθι μᾶλλον ἢ „ἐφ’ ὁδοῦ“· τὰ μὲν γὰρ τῆς ἀκρασίας καὶ λαιμαργίας καὶ ὅσα ἄλλα αἱ ἀμέτρητοι καὶ ἄπληστοι, πληρούμεναι πρὸς τῆς τῶν ἐκτὸς ἀφθονίας, ὠδίνουσι καὶ τίκτουσιν ἡδοναί, κατὰ λεωφόρου καὶ εὐθυτενοῦς βαίνειν οὐκ ἐπιτρέπει ψυχήν, φάραγξι δὲ καὶ βαράθροις ἐμπίπτειν ἄχρι τοῦ καὶ διαφθεῖραι παντελῶς αὐτὴν ἀναγκάζει· τὰ δὲ καρτερίας καὶ σωφροσύνης καὶ τῆς ἄλλης ἀρετῆς * * * ἐχόμενα μόνα, μηδενὸς ὄντος ἐν ποσὶν ὀλισθηροῦ, ᾧ [*](1 αἰεὶ MAG: ἀεὶ H 3 σύμβουλον GH2: σύμβολον MAH1, ἐπίβουλον Mang., σύμβουλον φιληδόνου coni. Cohn, κακὸν σύμβουλον conicio φωνοῦσαν Α 4 ἰοβόλοις H2: ἰοβόροις ceteri 5 Μώσεως codd. τὴν ἡδονῆς ἐναντίαν διάθεσιν καρτερίαν Turn.: τῆ ἡδονὴ ἐναντία διαθέσει, καρτερία codd. (sed ἡδονῆς AH2) 6 παρ’ ὃ GH2, παρὸν MAH1 καὶ] κἀκ conicio κραταιοτάτης scripsi: κραταιοτέρας codd. 7—16 οὖν ἄκρως—ἀφθαρσία ἀγαθοῦ add. m. partim in ras. textus partim in mg. Η 7 οὖν] νοῦν Α ἄκρως] εἰλικρινῶς coni. Mang. εἰ GH: ἦ MA 8 ὑπὸ] ἀπὸ A 9 δὲ Α 9. 10 ὑγείας καὶ σωτηρίας A 10 βίον MA 12 Μωσῆς codd. τῷ Δὰν] τόδε A 13. 14 ἑκατέρως — ἀλλ’ om. H 13 ἑκάτερος Α 17 φέρον L 20 πληρούμεναι GH2: πειρώμεναι MA(H1) 21 εὐθυτόνου ut vid. H1 ῥαίνειν Α 22 φάραξι MG δὲ Η: τε MAG ante ἄχρι ras. 3 litt. Η καὶ Η: om. MAG 23 ἀναγκάζοι Α τὰ δὲ GH: τοῖς δὲ M, τῆς δὲ A 24 ἀρετῆς εὐοδίαν ψυχῇ παρέχεται μόνα conicio ἐχόμενα μόνα GH2: ἐχομένοις μόνοις MAH1 ὧ GH2: ὡς MAH1)
συμβέβηκε. τὸ δὲ „καθήμενος ἐπὶ τρίβου“ τοιοῦτον ὑποβάλλει νοῦν, ὥς γε ἐμαυτὸν πείθω· τρίβος ἐστὶν ἡ τετριμμένη πρός τε ἀνθρώπων καὶ ὑποζυγίων ἱππήλατος καὶ ἁμαξήλατος ὁδός.
ταύτῃ φασὶν ἡδονὴν ἐμφερεστάτην εἶναι· σχεδὸν γὰρ ἀπὸ γενέσεως ἄχρι τοῦ μακροῦ γήρως ἐπιβαίνουσι καὶ ἐμπεριπατοῦσι καὶ μετὰ σχολῆς καὶ ῥᾳστώνης ἐνδιατρίβουσι τῇ ὁδῷ ταύτῃ, οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ὅσαι ἄλλαι ἰδέαι τῶν ζῴων εἰσίν· ἓν γὰρ οὐδέν ἐστιν ὃ μὴ πρὸς ἡδονῆς δελεασθὲν εἵλκυσται καὶ ἐμφέρεται τοῖς πολυπλοκωτάτοις δικτύοις αὐτῆς, ἃ πολὺς διεκδῦναι πόνος.
αἱ δὲ φρονήσεως καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ὁδοί, καὶ εἰ μὴ ἄβατοι, ἀλλά τοι πάντως ἄτριπτοι· ὀλίγος γὰρ ἀριθμός ἐστι τῶν αὐτὰς βαδιζόντων, οἳ πεφιλοσοφήκασιν ἀνόθως καὶ πρὸς μόνον τὸ καλὸν ἑταιρίαν ἔθεντο, τῶν ἄλλων ἁπάντων ἅπαξ ἀλογήσαντες.
„ἐγκάθηται“ οὖν, καὶ οὐχ ἅπαξ, ὅτῳ ζῆλος καὶ φροντὶς εἰσέρχεται καρτερίας, ἵν’ ἐξ ἐνέδρας ἐπιθέμενος τὴν ἐθάδα ἡδονήν, πηγὴν ἀεννάων κακῶν, ἐπιφράξῃ καὶ ἐκ τοῦ τῆς ψυχῆς ἀνέλῃ χωρίου.
τότε, ὥς φησιν ἀκολουθίᾳ χρώμενος, ἀναγκαίως „δήξεται πτέρναν ἵππου“· καρτερίας γὰρ καὶ σωφροσύνης ἴδιον τὰς τῆς ὑψαυχενούσης κακίας καὶ τοῦ παρατεθηγμένου καὶ ὀξυκινήτου καὶ σκιρτητικοῦ
πάθους ἐπιβάθρας διασεῖσαι καὶ ἀνατρέψαι. τὸν μὲν οὖν τῆς Εὔας ὄφιν εἰσάγει κατ’ ἀνθρώπου φονῶντα—λέγει γὰρ ἐν ταῖς ἀραῖς· „αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν“ (Gen. 3,15)—, τὸν δὲ τοῦ Δάν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, ἵππου πτέρναν, ἀλλ’ οὐκ ἀνθρώπου δάκνοντα·
ὁ μὲν γὰρ τῆς Εὔας ἡδονῆς ὢν σύμβολον, ὡς ἐδείχθη πρότερον, ἀνθρώπῳ τῷ καθ’ ἕκαστον ἡμῶν ἐπιτίθεται λογισμῷ—φθορὰ γὰρ διανοίας πλεοναζούσης ἡδονῆς ἀπόλαυσίς τε καὶ χρῆσις —·
ὁ δὲ τοῦ Δάν, εἰκών τις ὢν ἐρρωμενεστάτης ἀρετῆς [*](1 κληθήσεται G ἔχεσθαι GH2: εὔχεσθαι MAH1 τῆς ὀρθῆς ὁδοῦ MAG: τῆς ὁδοῦ τῆς ὀρθῆς Η 2 εἶπε GH1: εἰπεῖν MAH1 ἕξιν om. G 5 ταύτῃ MA: ταύτην GH φησὶν Η1 6 ἡδονὴν MAH1: ἡδονὴ GH2 7 ἐπιβαίνωσι καὶ ἐμπεριπατῶσι Α 8 μόνον add. Mang. 9—11 ἓν—πόνος add. tn. rec. mg. Η 14 ἑταιρίαν MG: ἑταιρείαν H, φροντίδα Α 14. 15 ἁπαξαπάντων Mang. 15 ὅτῳ] οὕτω L 16 φροντίς τις G 18—21 τότε—ἀνατρέψαι om. Η 18 τότε ὥς A: τὸ τέως MG ἀναγκαίᾳ coni. Mang. 19 τἀς Mang.: τὰ codd. οὐχ post τῆς add. A 21 ἐπὶ βάθρα Α 22 κατὰ MH φωνοῦντα Α ἐν ταῖς] αὐταῖς G 24 ὁ om. Α 25 ὁ GH2: τὸ MAH1 ὢν GH2: ὃν MAH1 26 τῶ] τὸ G1)
ὃ δ’ αἰνίττεται, τοιοῦτόν ἐστι· καλὸν καὶ περιμάχητον εἶναι νομίζει μηδενὶ τῶν ἐκ πάθους ἢ κακίας τὸν ἡμέτερον ἐποχεῖσθαι νοῦν, ἀλλ’ ὁπότ’ ἐπιβῆναί τινι αὐτῶν βιασθείη, σπουδάζειν καθάλλεσθαι καὶ ἀποπίπτειν· τὰ γὰρ τοιαῦτα πτώματα φέρει τὰς εὐκλεεστάτας νίκας. διὸ καὶ τῶν πάλαι τις προκληθεὶς ἐπὶ λοιδορίας ἅμιλλαν οὐκ ἂν εἰς τοιοῦτον ἀγῶνα ἔφη ποτὲ παρελθεῖν, ἐν ᾧ χείρων ὁ νικῶν ἐστι τοῦ ἡττωμένου.
καὶ σὺ τοίνυν, ὦ οὗτος, μηδέποτ’ εἰς κακῶν παρέλθῃς ἅμιλλαν μηδὲ περὶ πρωτείων τῶν ἐν τούτοις διαγωνίσῃ, ἀλλὰ μάλιστα μέν, ἐὰν οἷόν τε ᾖ, σπούδασον ἀποδρᾶναι· ἐὰν δέ που πρὸς ἐρρωμενεστέρας δυνάμεως βιασθεὶς ἀναγκασθῇς διαγωνίσασθαι, μὴ μελλήσῃς ἡττᾶσθαι·
τότε γὰρ εὖ μὲν ἔσῃ νενικηκὼς ὁ ἡττώμενος, ἡττώμενοι δ’ οἱ νενικηκότες. καὶ μὴ ἐπιτρέψῃς μηδὲ κήρυκι κηρῦξαι μηδὲ βραβευτῇ στεφανῶσαι τὸν ἐχθρόν, ἀλλ’ αὐτὸς παρελθὼν τὰ βραβεῖα καὶ τὸν φοίνικα ἀνάδος καὶ στεφάνωσον, εἰ θέλει, καὶ ταῖς ταινίαις ἀνάδησον καὶ κήρυξον αὐτὸς μεγάλῃ καὶ ἀρρήκτῳ φωνῇ κήρυγμα τοιοῦτον· τὸν ἐπιθυμίας καὶ θυμοῦ καὶ ἀκολασίας ἀφροσύνης τε αὖ καὶ ἀδικίας προτεθέντα ἀγῶνα, ὦ θεαταὶ καὶ ἀθλοθέται, ἥττημαι μὲν ἐγώ, νενίκηκε δ’ οὑτοσί, καὶ οὕτως ἐκ πολλοῦ τοῦ περιόντος νενίκηκεν, ὥστε καὶ παρὰ τοῖς ἀνταγωνισταῖς ἡμῖν, οὓς εἰκὸς ἦν βασκαίνειν, μὴ φθονεῖσθαι.
τὰ μὲν οὖν τῶν ἀνιέρων τούτων ἀγώνων ἆθλα παραχώρησον ἄλλοις, τὰ δὲ τῶν ἱερῶν ὄντως αὐτὸς ἀνάδησαι· ἱεροὺς δὲ μὴ νομίσῃς ἀγῶνας, οὓς αἱ [*](1 πάθους Turn.: πάθος codd. 2 σωφροσύνην Α 3 ὁ om. Α 4 νομίζει scripsi: νομίζειν codd. 5 ὁπότε MG 6 καθάλλεσθαι m. rec. in mg. Η: καθελέσθαι ceteri 7 εὐκλεεστάτους A 8 τοσοῦτον Α 9 ποτὲ om. D παρελθεῖν MAGD: παρέλθω H 12. 13 δυνάμεις ὡς βιασθῇς ῆ vid. corr. ex εἰ) Α 13 ἀναγκασθῇς om. Α μελήσης MA 14 ἡττημένος, ἡττημένοι Α 17 θέλῃ η corr. ex ει) Α 18 ἀρρήτω Α 19 αὖ Η: om. MAG 20 ἥττημαι μὲν ἐγώ G2H2: ἥττηται μὲν θώ G1H1, ἥττηται μὲν ἔργω MA οὑτοσί Turn.: οὗτος εἰ codd. 21 οὕτως H2: οὗτος ceteri 22 ἡμῖν om. H1 οὓς εἰκὸς Mang.: οἷς νῖκος H2, ὡς νῖκος ceteri 23 ἆθλα Turn.: τοῦ τῶν (τούτων ML) ἄθλων codd. παραχωρήσοντος δὲ] δὴ M 24 νομίσης GH2: μισῆς MA(H1)) [*](7—9 DK fol. 195v Φίλωνος ἐκ τοῦ περὶ γεωργίας: τῶν πάλαι τις—ἡττωμένου. cf. Stobaei Floril. XIX, 4 Hense (etiam p. LXXVI))
τὰ πρωτεῖα· εἰσὶ δ’ οἳ σφόδρα καὶ κραταιότατα σιδήρου τρόπον ἀκονησάμενοι καὶ στομώσαντες ἑκατέραν τῶν χειρῶν περιάψαντες κεφαλὰς καὶ πρόσωπα τῶν ἀντιπάλων ἀποσκάπτουσι καὶ τἄλλα, ἐπὰν τύχωσι τὰς πληγὰς ἐνεγκόντες, ἀποθραύουσιν, εἶτα βραβείων καὶ στεφάνων τῆς ἀνηλεοῦς ὠμότητος ἕνεκα μεταποιοῦνται.
τὰ μὲν γὰρ ἄλλα ἀγωνίσματα δρομέων ἢ πεντάθλων τίς οὐκ ἂν γελάσαι τῶν εὖ φρονούντων, ἐπιτετηδευκότων μήκιστα ἐξάλλεσθαι καὶ μετρουμένων τὰ διαστήματα καὶ περὶ ποδῶν ὠκύτητος ἁμιλλωμένων; οὓς οὐ μόνον τῶν ἁδροτέρων ζῴων δορκὰς ἢ ἔλαφος ἀλλὰ καὶ τῶν βραχυτάτων σκυλάκιον ἢ λαγωδάριον μὴ σφόδρα ἐπειγόμενον ῥύμῃ καὶ ἀπνευστὶ θέοντας παραδραμεῖται.
τούτων μὲν δὴ τῶν ἀγώνων πρὸς ἀλήθειαν ἱερὸς οὐδείς, κἂν πάντες ἄνθρωποι μαρτυρῶσιν, οὓς ἀνάγκη πρὸς ἑαυτῶν ψευδομαρτυριῶν ἁλίσκεσθαι· οἱ γὰρ ταῦτα θαυμάζοντες τοὺς νόμους τοὺς καθ’ ὑβριστῶν καὶ τιμωρίας τὰς ἐπὶ ταῖς αἰκίαις ἔθεσαν καὶ δικαστὰς τοὺς περὶ ἑκάστων διαγνωσομένους ἀπεκλήρωσαν.
πῶς οὖν εἰκός ἐστι τοὺς αὐτοὺς ἐπὶ μὲν τοῖς ἰδίᾳ τινὰς αἰκισαμένοις ἀγανακτεῖν καὶ δίκας κατ’ αὐτῶν ἀπαραιτήτους ὡρικέναι, ἐπὶ δὲ τοῖς δημοσίᾳ καὶ ἐν πανηγύρεσι καὶ θεάτροις στεφάνους καὶ κηρύγματα καὶ ἄλλα τινὰ νομοθετῆσαι;
δυεῖν γὰρ ἐναντίων καθ’ ἑνὸς εἴτε σώματος εἴτε πράγματος ὁρισθέντων ἢ εὖ ἢ κακῶς ἐξ ἀνάγκης ἂν ἔχοι θάτερον· ἄμφω γὰρ ἀμήχανον. πότερον οὖν ἐπαινοῖτ’ ἂν δεόντως; ἆρ’ οὐ τὸ τοὺς χειρῶν ἄρχοντας ἀδίκων κολάζεσθαι; ψέγοιτ’ ἂν οὖν εἰκότως τὸ [*](1 ἀναδειμάμεναι G (Turn.): ἀναδειμάμενοι MAH post πολλὰς add. δὲ L 2 δεξόμενα scripsi: δεξάμεναι codd. (sed αι corr. Η2), δεξάμενα Mang. ἢ] εἰ Α ὁ add. Turn.: om. codd. 3 ἡ πρηνῆ τείνας H2: πρὶν ἡ τινὰς ceteri ἡ ὁ Turn.: ἡ ὃν MGH, οἷον Α πυκτεύειν scripsi: παλαίειν codd. 4 καὶ om. Η2 5 εἰσὶ δ’ scripsi: εἰσὶν MAG(H1), εἰσὶ δὲ H2 6 ἑαυτοὺς ἑκατέρᾳ coni. Cohn χειρῶν 003E; conicio 7 μέρη post τἄλλα add. Mang. 8 δὲ ante τύχωσι add. Η2 9 μεταποιοῦντες MA(H1) 10 γελάσαιτο Α 12 οὓς GH2: om. MAH1 13 ἁδροτέρων G ἀδροτέρων MH, ἀνδρωτέρων Α 14 ἀπνευστεὶ Α 15—119,2 τούτων—εὐκλεές add. m. in mg. H 16 ἱερῶς Α πάντες] πέντε Α 16. 17 αὑτὸν corr. ex αὑτῶν Α 17 οἱ post θαυμάζοντες add. MA 18 post αἰκίαις add. ἅς L 19 ἀπεκλήρωσε L 23 νομοθετῆσαι MAG: νομοθετεῖν H δυεῖν MAG: δυοῖν 11 24 ὡρισθέντων AG ἔχοις MA 25 οὖν ἐπαινοῖτ’ ἄν scripsi: συνεπαινοῖτ᾿ ἄν MGH, συνεπαίνει κἀν Α, συνεπαινοῖτ᾿ ἄν οὑν v δέοντος AG1 ἄρ’ οὕτω τοὺς A)
ὁ τοίνυν Ὀλυμπιακὸς ἀγὼν μόνος ἂν λέγοιτο ἐνδίκως ἱερός, οὐχ ὃν τιθέασιν οἱ τὴν Ἦλιν οἰκοῦντες, ἀλλ’ ὁ περὶ κτήσεως τῶν θείων καὶ ὀλυμπίων ὡς ἀληθῶς ἀρετῶν. εἰς τοῦτον τὸν ἀγῶνα οἱ ἀσθενέστατοι τὰ σώματα ἐρρωμενέστατοι δὲ τὰς ψυχὰς ἐγγράφονται πάντες, εἶτα ἀποδυσάμενοι καὶ κονισάμενοι πάνθ’ ὅσα καὶ τέχνης καὶ δυνάμεως ἔργα δρῶσι, παραλιπόντες οὐδὲν ὑπὲρ τοῦ νικηφορῆσαι.
τῶν μὲν οὖν ἀντιπάλων οἱ ἀθληταὶ περίεισιν οὗτοι, πρὸς ἀλλήλους δὲ πάλιν περὶ πρωτείων διαφέρονται· οὐ γὰρ ὁ αὐτὸς τῆς νίκης τρόπος ἅπασιν, ἀλλὰ πάντες ἄξιοι τιμῆς ἀργαλεωτάτους καὶ βαρεῖς ἀνατρέψαντες καὶ καταβαλόντες ἐχθρούς.