Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
πάντα γὰρ ταῦτα δυνάμει θεοῦ μεταβολὰς [*](1 ἀκροτάτῳ F ἀκρότατον UF 1. 2 κα—ἄκρατον om. G 2 τῶ δὲ δύο U τὸ γὰρ κεκραμένον scripsi: ἑκάτερον γὰρ codd., κεκραμένον γὰρ Mang. 3 καὶ post ἄτε om. UF καὶ διάκρισιν om. L 4 καλεῖ Α γεγωνὸς Mang.: γεγονὼς codd. 5 ἀλλὰ καὶ Η, ἀλλὰ in ras. P2 7 πνεύματος UF 8 δὲ G 9 αὐτὸ UF δυάδος H2L1: δι’ ὕδατος ceteri, διὰ δυάδος conicio ἁρμονίως Η2: ἁρμονίαν G, ἁρμονίας ceteri 11 καὶ om. Α ἔχουσι Α 12 ἕνα] ἐν ὧ UF 14 βρίθη P κρατίστης τῆς A, κρατίστην G, κράσει τῆς F πρὸς Mang.: περὶ codd. 15 ἀσθενήσει MGF 16 δ’ ἐστὶ UF ἔναντι HP τοῦ om. F 18 ἀπέλαβον G 20 ζητικοὶ H 22 εὐχῆς G 23 τὸν] τὸ τὸν Η2 αὐτὸν om. HP 23. 24 μηδενὸς—συνεργοῦντος om. U 24 τῶν del. Mang. 25 ὑετὸν Α, ὑετοῦ GUF συναυξανόντων G)
ἀλλ’ ἔστιν ὅτε ἀπέβαλεν αὐτὰς αἰφνίδιον κατασκήψαντος οἷά τινος τυφῶνος εἰς τὴν ψυχὴν καὶ τὰ καλὰ πάντα αὐτῆς ἐξαρπάσαντος· ὁ δὲ τυφὼν οὗτος τροπή τίς ἐστιν ἀκούσιος παραχρῆμα τὸν νοῦν μιαίνουσα, ἣν καλεῖ θάνατον (ibid. 9).
ἀλλ’ ὅμως ἀποβαλὼν αὖθις καὶ καθαρθεὶς ἀναλαμβάνει καὶ ἀναμιμνῄσκεται ὧν τέως ἐπελέληστο, καὶ ἅπερ ἀπέβαλεν εὑρίσκει, ὡς τὰς προτέρας τῆς τροπῆς ἡμέρας ἀλόγους ἐξετάζεσθαι (ibid. 12), ἢ διότι παράλογον ἡ τροπὴ πρᾶγμα, ἀπᾷδον ὀρθοῦ λόγου καὶ φρονήσεως ἀμέτοχον, ἢ παρόσον οὐκ ἔστιν ἀξία καταριθμεῖσθαι· „τῶν γὰρ τοιούτων“ ἔφη τις „οὐ λόγος οὐδ’ ἀριθμός“.