Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὥσπερ οὖν τὰς ἡλιακὰς ἀκτῖνας ἔτεινε μὲν ἀπ’ οὐρανοῦ μέχρι τερμάτων γῆς τὸ σφοδρὸν τῆς ἐν αὐταῖς θερμότητος ἀνεὶς καὶ χαλάσας ἀέρι ψυχρῷ — τοῦτο γὰρ αὐταῖς ἀνεκεράσατο, ὅπως τὸ αὐγοειδὲς ἀπὸ τοῦ φλογώδους πυρὸς ἀνασταλέν, τὴν μὲν τοῦ καίειν μεθειμένον δύναμιν, τὴν δὲ τοῦ φωτίζειν περιέχον τῷ ταμιευομένῳ ἐν ταῖς ὄψεσι συγγενεῖ αὐτοῦ καὶ φίλῳ ὑπαντιάσαν ἀσπάσηται· ἡ γὰρ τούτων ἐξ ἐναντίας εἰς ταὐτὸ σύνοδός τε καὶ δεξίωσις τὴν δι’ ὁράσεως ἀντίληψιν ἐργάζεται —, οὕτως ἐπιστήμην θεοῦ καὶ σοφίαν καὶ φρόνησιν καὶ δικαιοσύνην καὶ τῶν ἄλλων ἑκάστην ἀρετῶν τίς ἂν ἀκραιφνῆ δέξασθαι δύναιτο θνητὸς ὤν; ἀλλ’ οὐδ’ ὁ σύμπας οὐρανός τε καὶ κόσμος.

εἰδὼς τοίνυν ὁ δημιουργὸς τὰς περὶ αὑτὸν ἐν ἅπασι τοῖς ἀρίστοις ὑπερβολὰς καὶ τὴν τῶν γεγονότων, εἰ καὶ σφόδρα μεγαλαυχοῖεν, φυσικὴν ἀσθένειαν οὔτε εὐεργετεῖν οὔτε κολάζειν ὡς δύναται βούλεται, ἀλλ’ ὡς ἔχοντας ὁρᾷ δυνάμεως τοὺς ἑκατέρου μεθέξοντας.

εἰ δὴ τοῦ ἀνειμένου καὶ μεσότητας ἔχοντος τῶν δυνάμεων αὐτοῦ κράματος ἐμπιεῖν καὶ ἀπολαῦσαι δυνηθείημεν, ἀποχρῶσαν ἂν εὐφροσύνην καρπωσαίμεθα, ἧς τελειοτέραν μὴ ζητείτω λαβεῖν τὸ ἀνθρώπων γένος· ἐδείχθησαν γὰρ αἱ ἀμιγεῖς καὶ ἄκρατοι καὶ τῷ ὄντι ἀκρότητες περὶ τὸ ὂν μόνον ὑπάρχουσαι.