Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
Ἃ μὲν οὖν προκαταστήσασθαι τῆς ζητήσεως ἁρμόττον ἦν, τοιαῦτά ἐστιν. ἐπανιτέον δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς σκέψιν, καθ’ ἣν ἠποροῦμεν, τίνα ὑπογράφει νοῦν τὸ „ἐθυμώθην ὅτι ἐποίησα αὐτούς“. ἴσως οὖν τοιοῦτόν τι βούλεται παραστῆσαι, ὅτι οἱ μὲν φαῦλοι θυμῷ γεγόνασι θεοῦ, οἱ δ’ ἀγαθοὶ χάριτι. καὶ γὰρ ἑξῆς φησι· „Νῶε δὲ εὗρε χάριν“ (Gen. 6, 8).
τὸ δὲ κυριολογούμενον ἐπ’ ἀνθρώπων πάθος ὁ θυμὸς εὐθυβόλως εἴρηται τροπικώτερον ἐπὶ τοῦ ὄντος εἰς τὴν ἀναγκαιοτάτου πράγματος δήλωσιν, ὅτι πάνθ’ ὅσα δι’ ὀργὴν ἢ φόβον ἢ λύπην ἢ ἡδονὴν ἤ τι τῶν ἄλλων παθῶν πράττομεν, ὑπαίτια καὶ ἐπίληπτα ὁμολογουμένως ἐστίν, ὅσα δὲ μετ’ ὀρθότητος λόγου καὶ ἐπιστήμης, ἐπαινετά.
ὁρᾷς ὅσῃ καὶ περὶ τὴν προφορὰν κέχρηται προφυλακῇ, „ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτοὺς“ εἰπών, ἀλλ’ οὐ κατ’ ἀναστροφήν· διότι ἐποίησα αὐτούς, ἐθυμώθην. τοῦτο μὲν γὰρ μετανοοῦντος ἦν, ὅπερ ἡ τὰ πάντα προμηθουμένη θεοῦ φύσις οὐκ ἀνέχεται, ἐκεῖνο δὲ δόγμα συνεκτικώτατον εἰσηγουμένου, ὅτι πηγὴ μὲν ἁμαρτημάτων θυμός, λογισμὸς δὲ [*](1 βλάστη G 2 ἐνέγκῃ om. Α δυσιάτου MAGH2: δυσίατον UFPH1 δὴ] οὖν U 3 εἰ] ἢ Α χρώμενος UF ἀνακτήσεσι H1P 5 εἰσαγάγοι HP: ἐπαγάγοι MG, ἐπαγάγῃ Α, εἰσάγοι UF μόνως MHP: μόνος ceteri ὁ om. UF 6 παρ’ ὃ AU τέως F 7 συνυφεῖναι Α 11 τὸ αὐτὸ U, τὸ αὐτοῦ F δι’ αὐτὸ om. HP, δι’ αὐτοῦ UF 13 προκαταστήσεσθαι AG 14. 15 ἀποροῦμεν A 15 ὑπογράφεται GF, ὑπογράφει τε Α νοῦν] νῦν UF, τε νοῦν Α 16 τι τοιοῦτον UF τι] ἐστιν ὃ G στῆσαι U 17 δὲ MGF φασι Α 19 εὐθυβόλως UF: om. ceteri δὲ ante ἐπὶ add. UF παρόντος UF ἀναγκαιοτάτου Maug.: ἀναγκαιοτάτην τοῦ codd. 20 ὅταν Η 23 φυλακῆ GUF 24 εἶπον A οὐκ ἀναστροφὴν Α κατὰ ἀντιστροφὴν H2 25. 26 προθυμουμένη G 27 πηγαὶ G)