Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἐπεὶ καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος, τὰς γὰρ ἐπανατάσεις καὶ ἀπειλὰς αὐτοῦ δεδιότες ἄκοντες φόβῳ νουθετοῦνται. μανθανέτωσαν οὖν πάντες οἱ τοιοῦτοι τὰ ψευδῆ, δι’ ὧν ὠφεληθήσονται, εἰ μὴ δύνανται δι’ ἀληθείας σωφρονίζεσθαι.
καὶ γὰρ τοῖς τὰ σώματα κάμνουσιν ἐπισφαλῶς οἱ δοκιμώτατοι τῶν ἰατρῶν τἀληθῆ λαλεῖν οὐχ ὑπομένουσιν εἰδότες ἀθυμοτέρους μὲν ἐκ τούτου γενησομένους καὶ οὐ ῥωσθησομένην τὴν νόσον, ἐκ δὲ τῆς τῶν ἐναντίων παρηγορίας πραότερον τὰ ἐν χερσὶν οἴσοντας καὶ τὸ ἀρρώστημα λωφῆσον.
τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ· ὦ οὗτος, τετμήσῃ, κεκαύσῃ, ἀκρωτηριασθήσῃ, κἂν εἰ μέλλοι ταῦτ’ ἐξ ἀνάγκης ὑπομένειν; οὐδεὶς ἐρεῖ. προαναπεσὼν γὰρ τὴν γνώμην ἐκεῖνος καὶ νόσον ἑτέραν τῆς ψυχῆς ἀργαλεωτέραν τῆς προϋπούσης τοῦ σώματος προσλαβὼν ἀπερεῖ πρὸς τὴν θεραπείαν ἄσμενος, ἐκ δὲ τοῦ τὰ ἐναντία ἀπάτῃ τοῦ θεραπεύοντος προσδοκῆσαι τλητικῶς πάνθ’ ὑποστήσεται, κἂν ἀλγεινότατα ᾖ τὰ σῴζοντα.