Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὰ μὲν γὰρ οἰκεῖα τοῦ θεοῦ γεννήματα αἱ ὁλόκληροι ἀρεταί, τὰ δὲ συγγενῆ φαύλων [*](φίλωνος ὅτι ἄτρεπτον τὸ θεῖον MAGH, φίλωνος ἰουδαίου ὅτι ἄτρεπτόν ἐστι τὸ θεῖον λόγος θ U, περὶ τοῦ ὅτι ἄτρεπτόν ἐστι τὸ θεῖον F, τοῦ αὐτοῦ ὅτι ἄτρεπτον τὸ θεῖον P, cf. Prolegomeua ἐγέννων MA: ἐγεννῶσαν ceteri αὐτοῖς Α: αὐτοῖς ceteri o οὐκ ἀνάξιον U 4 διαφορὰ UF ἐναργέστατον P 5 τοῦ orn. UF 6 πολυσχεδεῖ UFH’L πολυτρόπῳ coni. Mang. ὄχλον] ὄγκον coni. Mang. 7 εἶπεν Α: εἰπεῖν ceteri 9 ἐλλάμπουσι M.\n-: ἐκλάμπουσι ceteri 10 δύναται ὁρᾶν conicio ὁρᾶν G 12 ἀμβλυθἐν U, ἀμβλυνθὲν F ἐ-ιισκιασθὲν UF ἀμυδρωθῇ ante τὸ add. U ἑταῖροι] spatium iu M, om. AG 13 τεθηλυμἐνοις AUF 15 αἱ] ἀεὶ UF τῶν φαύλων GUFL2)

v.2.p.57
αἱ ἀνάρμοστοι κακίαι. μάθε δ’, εἰ θέλεις, ὦ διάνοια, τὸ μὴ ἑαυτῇ γεννᾶν οἷόν ἐστι παρὰ Ἀβραὰμ τοῦ τελείου, ὃς τὸ ἀγαπητὸν καὶ μόνον τῆς ψυχῆς ἔγγονον γνήσιον, τῆς αὐτομαθοῦς σοφίας εἰκόνα ἐναργεστάτην, ἐπίκλησιν Ἰσαάκ, ἀνάγει θεῷ καὶ ἀποδίδωσι μετὰ πάσης εὐθυμίας ἀναγκαῖον καὶ ἁρμόττον χαριστήριον συμποδίσας, ὥς φησιν ὁ νόμος (Gen. 22,2.9), τὸ καινουργηθὲν ἱερεῖον, ἤτοι παρ’ ὅσον ἐπ’ οὐδενὸς θνητοῦ βαίνειν ἅπαξ ἐπιθειάσας ἠξίου, ἢ παρ’ ὅσον ἀνίδρυτον καὶ ἄστατον κατεῖδε τὴν γένεσιν, ὅτε τὴν περὶ τὸ ὂν ἀνενδοίαστον ἔγνω βεβαιότητα, ᾗ λέγεται πεπιστευκέναι (Gen. 15,6).

τούτου γίνεται μαθητρὶς καὶ διάδοχος Ἄννα, τῆς τοῦ θεοῦ δώρημα σοφίας· ἑρμηνεύεται γὰρ χάρις αὐτῆς. ἐπειδὴ γὰρ ἐγκύμων ἐγένετο παραδεξαμένη θείας γονὰς καὶ τελεσφόροις ἐχρήσατο ὠδῖσι, τὸν τεταγμένον ἐν τῇ τοῦ θεοῦ τάξει τρόπον ἀποκυήσασα, ὃν ἐπεφήμισε Σαμουήλ — καλεῖται δ’ ἑρμηνευθεὶς τεταγμένος θεῷ —, λαβοῦσα ἀνταποδίδωσι τῷ δόντι μηδὲν ἴδιον ἑαυτῆς κρίνουσα ἀγαθόν, ὃ μὴ χάρις ἐστὶ θεία.

λέγει γὰρ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν αὕτη τὸν τρόπον τοῦτον· „δίδωμί σοι αὐτὸν δοτόν“ (I Reg. 1,28), ἐν ἴσῳ τῷ δοτὸν ὄντα, ὥστ’ εἶναι „τὸν δεδομένον δίδωμι“, κατὰ τὸ ἱερώτατον Μωυσέως γράμμα τοῦτο· „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσετε προσφέρειν ἐμοί“