Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
οὕτως οὖν ἔστιν ὅτε μέγα καὶ πολυάνθρωπον ἔθνος ἐπικλύσασα εὐπραγία ἑτέρωσε τὴν φορὰν τοῦ ῥεύματος παρατρέψασα οὐδὲ βραχεῖαν εἴασε λιβάδα, ἵνα μηδ’ ἴχνος ὑπολειφθῇ πιότητος ἀρχαίας.
τούτων δ’ οὐχ ἅπαντες ἀρτίους καὶ πλήρεις λαμβάνουσι λογισμούς, ἀλλ’ οἷς ἔθος συνομαρτεῖν ὀρθῷ καὶ πεπηγότι ὅρῳ καὶ λόγῳ. οἱ γὰρ αὐτοὶ ἄμφω ταῦτα λέγουσι, καὶ τὸ γενέσεως πρᾶγμα ὅλον οὐδέν ἐστι, καὶ παρὰ τὸ ὄρος πορευσόμεθα·
ἀδύνατον γὰρ τὸν μὴ ταῖς ὑψηλαῖς καὶ ὁρικαῖς χρώμενον ὁδοῖς ἀπογνῶναι μὲν τὰ θνητά, μετακλῖναι δὲ καὶ μεταναστῆναι πρὸς τὰ ἄφθαρτα. ὁ μὲν οὖν γήινος Ἐδὼμ τὴν οὐράνιον καὶ βασιλικὴν ἀρετῆς ὁδὸν ἐπιφράττειν ἀξιοῖ, ὁ δὲ θεῖος λόγος ἔμπαλιν τὴν ἐκείνου καὶ τῶν ὁμοζήλων· ὧν ἕνα καὶ τὸν Βαλαὰμ ἀναγραπτέον· γῆς γὰρ θρέμμα καὶ οὗτος, οὐκ οὐρανοῦ βλάστημα.