Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
αὕτη δ’ ἐστί, καθὰ καὶ μικρῷ πρότερον εἶπον, σοφία, δι’ ἧς μόνης ἱκέτισι ψυχαῖς ἡ ἐπὶ τὸν ἀγένητον καταφυγὴ γίνεται· εἰκὸς γὰρ τὸν δι’ ὁδοῦ τῆς βασιλικῆς ἀκωλύτως ἰόντα μὴ πρότερον καμεῖν ἢ ἐντυχεῖν τῷ βασιλεῖ.
τότε δὲ τήν τε ἐκείνου μακαριότητα καὶ τὴν ἰδίαν εὐτέλειαν γνωρίζουσιν οἱ προσελθόντες· καὶ γὰρ Ἀβραὰμ ἐγγίσας τῷ θεῷ ἑαυτὸν εὐθὺς ἔγνω γῆν καὶ τέφραν ὄντα (Gen. 18,27).
μήτε δὲ ἐπὶ δεξιὰ μήτε ἐπὶ θάτερα τῆς βασιλικῆς ἀποκλινέτωσαν ὁδοῦ, ἀλλ’ αὐτῇ τῇ μέσῃ προΐτωσαν. αἱ γὰρ ἐφ’ ἑκάτερα ἐκτροπαὶ τῇ μὲν ὑπερβολὰς εἰς ἐπίτασιν τῇ δὲ ἐλλείψεις πρὸς ἄνεσιν ἔχουσαι ὑπαίτιοι· οὐ γὰρ ἧττον τοῦ εὐωνύμου τὸ δεξιὸν ψεκτὸν ἐνταῦθα·