Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἔνιοι δ’ οὐχ ἧτταν μόνον ἀλλὰ καὶ θάνατον ὑπὸ φιλαυτίας ἀνεδέξαντο. ὁ γοῦν Αὐνάν, „αἰσθόμενος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα“ (Gen. 38, 9), οὐ πρότερον ἐπαύσατο τὸ λογικόν, ὅπερ ἄριστον τῶν ὄντων γένος ἐστί, διαφθείρων ἢ καὶ αὐτὸς ἀνεδέξατο φθορὰν παντελῆ, σφόδρα ὀρθῶς καὶ προσηκόντως·
εἰ γὰρ ἅπαντα πράξουσί τινες αὑτῶν ἕνεκα, μὴ γονέων τιμῆς, μὴ παίδων εὐκοσμίας, μὴ σωτηρίας πατρίδος, μὴ νόμων φυλακῆς, μὴ ἐθῶν βεβαιότητος, μὴ ἰδίων μὴ κοινῶν ἐπανορθώσεως, μὴ ἱερῶν ἁγιστείας, μὴ τῆς πρὸς θεὸν εὐσεβείας ἐπιστρεφόμενοι, [*](1 δ’ ἡ] δὴ AG 1. 2 ἀναπαυσομένης F 2 ψυχῆς om. G 2. 3 μεταποιουμένης Α 7 ἄθλους om. AG, ἄθλου M ἑβδομάδι MH1P: ἑβδομάδα AGUFH2 τὴν] τὸν Η μονάδα MAGPH1: μονάδι UFH 2 ἦν] ὧν H εὔτοκος MAGUF: εὔτεκνος HP γὰρ om. HP 9 σφόδρα om. UF πολλὴ A ὠδίνει UF 10 γίγνεται UF κἀπὶ τὰ πλήθη Α 11 εἰλητόμηνα H1P καὶ] ἢ F δ’ post πλεῖστα add. UF 12 ἐξασθενεῖν Α τὰς UF: τὰ ceteri προσχήματα MAGP πρὸς χρώματα καὶ σχήματα UF 13 τἀς] τὰ H προσφωνὰς AGF 14 καὶ τῶν om. UF αὐτὴν UFHP: αὐτῆς MAG 15 ἐκγόνων conicio παρείεται G, παρεῖται Η2 17 ἑαυτῶ G 18 ἧτταν UFH2: ἧττον ceteri ὑπὸ G: ὑπὲρ ceteri 19 Αὐνὰν MG: Αὔναν Α, Ἄνναν PH1, κατ’ Ἄνναν Η 2, ἀν’ ὢν text. U (corr. in mg.), ὧν ἄν F ἀναισθόμενος U, corr. in mg. οὐχ αὐτῶ H2 τὸ om. UF 20 ὄντων] φύντων G ἐστὶ γένος UF 21 ἄν ἐδέξατο H 2 22 πράξουσι FP: πράξωσι ceteri αὑτῶν H 2: αὐτῶν ceteri 24 ἐθνῶν GUFH μὴ ante κοινῶν om. Α 25 ἁγιστείας UF, ἁγιστίας HP, ἀγιστίας Α)
ἑνὸς γὰρ ὧν εἶπον χάριν ἀντικαταλλάξασθαι καὶ αὐτὸ τὸ ζῆν εὐκλεές, οἱ δ’ ἄρα καὶ ἀθρόων τῶν οὕτω περιμαχήτων φασίν, εἰ μή τινα ἡδονὴν μέλλοι περιποιεῖν, κατολιγωρήσειν. τοιγάρτοι πονηρὰν εἰσήγησιν ὁ ἀδέκαστος θεὸς ἐκφύλου δόγματος, ἐπίκλησιν Αὐνάν, ἐκποδὼν ἀνελεῖ.