Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
οἱ μὲν οὖν πεμφθέντες πρέσβεις λέγουσι ταῦτα· „παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐ δι’ ἀμπελώνων, οὐ πιόμεθα ὕδωρ λάκκου σου. ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμέν σου τὰ ὅρια. ὁ δὲ Ἐδὼμ ἀποκρίνεται φάσκων· οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς συνάντησιν. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· παρὰ τὸ ὄρος παρελευσόμεθα. ἐὰν δὲ τοῦ ὕδατός σου πίω ἐγώ τε καὶ τὰ κτήνη, δώσω σοι τιμήν· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι’ ἐμοῦ“ (Num. 20,17—20).
τῶν παλαιῶν τινα λόγος ἔχει θεασάμενον ἐσταλμένην πολυτελῆ πομπὴν πρός τινας τῶν γνωρίμων ἀπιδόντα εἰπεῖν· „ὦ ἑταῖροι, ἴδετε ὅσων χρείαν οὐκ ἔχω“, διὰ βραχείας φωνῆς μέγιστον καὶ οὐράνιον ὡς ἀληθῶς ἐπάγγελμα αὐχήσαντα. τί λέγεις;
τὸν Ὀλυμπιακὸν ἀγῶνα κατὰ τοῦ πλούτου παντὸς ἐστεφάνωσαι καὶ τῶν ἐν αὐτῷ κεκράτηκας οὕτως, ὡς μηδὲν εἰς ἀπόλαυσίν τε καὶ χρῆσιν τῶν ἀπ’ αὐτοῦ παραδέχεσθαι; θαυμάσιος μὲν ὁ λόγος, πολὺ δ’ ἡ γνώμη θαυμασιωτέρα τοσοῦτον πρὸς ἰσχὺν ἐπιδεδωκυῖα, ὡς ἤδη καὶ ἀκονιτὶ δύνασθαι νικᾶν ἀνὰ κράτος.