Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

δόξει μέν τισιν ἡ λέξις ἡμαρτῆσθαι καὶ τὸ ἀκόλουθον τοῦ λόγου καὶ τὸ ἄπταιστον οὕτως ἔχειν· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὑτῆς· ἀνοίκειον γάρ ἐστι θηλυκῷ ὀνόματι, τῇ σαρκί, ἀρρενικὴν ἐπιφέρεσθαι πτῶσιν, τὴν αὐτοῦ.

μήποτε δὲ οὐ περὶ μόνης σαρκός ἐστιν ὁ λόγος τὴν αὑτῆς φθειρούσης ὁδόν, ἵνα εἰκότως ἡμαρτῆσθαι τὰ περὶ τὴν λέξιν δοκῇ, ἀλλὰ περὶ δυεῖν, σαρκός τε τῆς φθειρομένης καὶ ἑτέρου, οὗ τὴν ὁδὸν λυμαίνεσθαί τε καὶ φθείρειν ἐπιχειρεῖ. ὥσθ’ οὕτως ἀποδοτέον· κατέφθειρε πᾶσα σὰρξ τὴν τοῦ αἰωνίου καὶ ἀφθάρτου τελείαν ὁδὸν τὴν πρὸς θεὸν ἄγουσαν.

ταύτην ἴσθι σοφίαν· διὰ γὰρ ταύτης ὁ νοῦς ποδηγετούμενος εὐθείας καὶ λεωφόρου ὑπαρχούσης ἄχρι τῶν τερμάτων ἀφικνεῖται· τὸ δὲ τέρμα τῆς ὁδοῦ γνῶσίς ἐστι καὶ ἐπιστήμη θεοῦ. ταύτην τὴν ἀτραπὸν μισεῖ καὶ προβέβληται καὶ φθείρειν ἐπιχειρεῖ πᾶς ὁ σαρκῶν ἑταῖρος· οὐδενὶ γὰρ οὕτως οὐδὲν ἀντίπαλον ὡς ἐπιστήμη σαρκὸς ἡδονῇ.

βουλομένοις γοῦν [*](1 κατισχημένος AUF 2 θεοφορήτου MHPL1: θεοφράστου GUFL2, θεοφορίστου Α 5 μέγα κλαύσασα ΜΑΗ: μετακλαύσασα GP, μεγάλα κλαύσασα UF ἔκγονα conicio 6 τοῦ θεοῦ ὁ ἑρμηνεὺς G λόγοις F 7 ἕπεται Α ποτέ μὲν AUF 8 ποτὲ δὲ AUFPL 9 θειασμῷ L τῶν om. U 10 Μωυσῆς UF: Μωσῆς ceteri 11 ὅτι ἀπὸ τοῦ Α ἐφάνησαν UF 12 διεφθαρμένη UF post διεφθαρμένη add. ἡ γῆ UF 14 τοῦ λόγου GUFH2: om. MAH1P ἔχει UF 15 αὐτῆς Turn.: αὐτῆς codd. (item lin. 17) 18 τὰ om. UF δοκεῖ FL δυεῖν MAGUF: δυοῖν HP 19 ἑτέρας G φθείρεσθαι P 20 τὸ post ἀποδοτέον add. G post τὴν add. δὲ UF, καὶ in ras. G 22 ἴσθι om. M, δ’ ἴσθι G ποδηγούμενος U 23 τὸ δὲ τέρμα codd.: τἄ δὲ τέρματα Mang. 23. 24 τῆς γῆς ὁδοῦ UF 24 ἐπιστήμης F 25 καὶ om. H1P 25. 26 οὐδὲν γὰρ οὕτως οὐδ’ ἀντίπαλον UF 26 ἐπιστήμῃ σαρκὸς ἡδονή voluit Mang. βουλομένοις GH2: βουλόμενος ceteri γοῦν] γὰρ PL)

v.2.p.87
ταύτην πορεύεσθαι τὴν ὁδὸν βασιλικὴν οὖσαν τοῖς τοῦ ὁρατικοῦ γένους μετέχουσιν, ὅπερ Ἰσραὴλ κέκληται, διαμάχεται ὁ γήινος Ἐδὼμ — τοῦτο γὰρ διερμηνευθεὶς ὀνομάζεται — μετὰ σπουδῆς καὶ παρασκευῆς τῆς πάσης εἴρξειν ἀπειλῶν τῆς ὁδοῦ καὶ ἀτριβῆ καὶ ἀπόρευτον αὐτὴν κατασκευάσειν εἰσάπαν.

οἱ μὲν οὖν πεμφθέντες πρέσβεις λέγουσι ταῦτα· „παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐ δι’ ἀμπελώνων, οὐ πιόμεθα ὕδωρ λάκκου σου. ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμέν σου τὰ ὅρια. ὁ δὲ Ἐδὼμ ἀποκρίνεται φάσκων· οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς συνάντησιν. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· παρὰ τὸ ὄρος παρελευσόμεθα. ἐὰν δὲ τοῦ ὕδατός σου πίω ἐγώ τε καὶ τὰ κτήνη, δώσω σοι τιμήν· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι’ ἐμοῦ“ (Num. 20,17—20).

τῶν παλαιῶν τινα λόγος ἔχει θεασάμενον ἐσταλμένην πολυτελῆ πομπὴν πρός τινας τῶν γνωρίμων ἀπιδόντα εἰπεῖν· „ὦ ἑταῖροι, ἴδετε ὅσων χρείαν οὐκ ἔχω“, διὰ βραχείας φωνῆς μέγιστον καὶ οὐράνιον ὡς ἀληθῶς ἐπάγγελμα αὐχήσαντα. τί λέγεις;

τὸν Ὀλυμπιακὸν ἀγῶνα κατὰ τοῦ πλούτου παντὸς ἐστεφάνωσαι καὶ τῶν ἐν αὐτῷ κεκράτηκας οὕτως, ὡς μηδὲν εἰς ἀπόλαυσίν τε καὶ χρῆσιν τῶν ἀπ’ αὐτοῦ παραδέχεσθαι; θαυμάσιος μὲν ὁ λόγος, πολὺ δ’ ἡ γνώμη θαυμασιωτέρα τοσοῦτον πρὸς ἰσχὺν ἐπιδεδωκυῖα, ὡς ἤδη καὶ ἀκονιτὶ δύνασθαι νικᾶν ἀνὰ κράτος.

ἀλλ’ οὐχ ἑνὶ ἀνδρὶ ἔξεστι μόνον αὐχῆσαι παρὰ Μωυσῇ τὰ προτέλεια τῆς σοφίας ἀναδιδαχθέντι, ἀλλὰ καὶ ὅλῳ ἔθνει πολυανθρωποτάτῳ. τεκμήριον δέ· τεθάρρηκε καὶ ἐπιτετόλμηκεν ἡ ἑκάστου ψυχὴ τῶν γνωρίμων αὐτοῦ πρὸς τὸν βασιλέα τῶν φαινομένων [*](2 ὅπερ] ὥσπερ F 3 ἑρμηνευθεὶς G 4 τῆς πάσης GUFH2: πάσης MAH1P 6 οὐ ante δι’ ἀγρῶν add. UF 6. 7 ἀγρῶν καὶ ἀμπελώνων G 7 σου om. UF βασιλικῇ] τοῦ βασιλέως UF 8. 9 δεξιὰν καὶ ἀριστεράν, ἕως παρέλθωμεν ὅριόν σου UF 8 οὐδὲ] ἢ G διελεύσῃ scripsi: παρελεύσῃ codd. 9. 10 εἰ δὲ μή, ἐξελεύσομαι εἰς συνάντησίν σου UF 10 ἐξελεύσομαι UF: διεξελεύσομαι ceteri σοι] σου G 11 οἱ MGFH2: om. AUH1P 11—13 καὶ ἐὰν πίωμεν, ἐγώ τε καὶ τὰ κτήνη μου, ἀργύριον δώσω σοι· πλὴν παρελεύσομαι ἐν γῆ μου. ὁ δὲ κτλ. UF 12 τιμήν σοι conicio τε om. Η παρελευσόμεθα scripsi: διελευσόμεθα codd. 14 λόγος ἔχει τινὰ F 15 ἀποδιδόντα G 16 πόσων F 17 αὐχήσαντα ἐπάγγελμα F Ὀλυμπιακὸν GP: ’Oλυμπικὸν MAUH, Ὀλύμπιον F 18 ἐστεφάνωσαι Α: ἐστεφανῶσθαι ceteri 20 θαυμασιώτερος F 21 ἀκονητὶ AG 23 Μωυσῆ UF: Μωσεῖ MAHP, Μωσῆ G ἀναδειχθέντι UF, ἀναδιχθέντι L) [*](17 cf. Cic. Tusc. V 91, Laert. Diog. ΙΙ 25, Epicurea p. 296,21.)

v.2.p.88
ἁπάντων ἀγαθῶν τὸν γήινον Ἐδὼμ — ὄντως γὰρ τὰ τῷ δοκεῖν ἀγαθὰ πάντα γήινα — λέγειν· „ἤδη παρελεύσομαι διὰ τῆς γῆς σου.“

ὢ ὑπερφυεστάτης καὶ μεγαλοπρεποῦς ὑποσχέσεως. πάντα, εἴπατέ μοι, ὑπερβῆναι παρελθεῖν παραδραμεῖν τὰ φαινόμενα καὶ νομιζόμενα γῆς [ὄντα] ἀγαθὰ δυνήσεσθε; καὶ οὐδὲν ἄρα τὴν εἰς τὸ πρόσω ὑμῶν ὁρμὴν ἀντιβιασάμενον ἐφέξει καὶ στήσει;

ἀλλὰ τοὺς μὲν τοῦ πλούτου θησαυροὺς ἅπαντας ἑξῆς πλήρεις ἰδόντες ἀποστραφήσεσθε καὶ ἀποκλινεῖτε τὰς ὄψεις, τὰ δὲ τῶν προγόνων ἀξιώματα τῶν πρὸς πατρὸς καὶ μητρὸς καὶ τὰς ᾀδομένας παρὰ τοῖς πολλοῖς εὐγενείας ὑπερκύψετε; δόξαν δὲ, ἧς ἀντικαταλλάττονται πάντα ἄνθρωποι, κατόπιν ὥσπερ τι τῶν ἀτιμοτάτων ἀπολείψετε; τί δέ; ὑγείαν σώματος καὶ αἰσθήσεων ἀκρίβειαν καὶ κάλλος περιμάχητον καὶ ῥώμην ἀνανταγώνιστον καὶ τἄλλα ὅσοις ὁ τῆς ψυχῆς οἶκος ἢ τύμβος ἢ ὁτιοῦν χρὴ καλεῖν κεκόσμηται παραδραμεῖσθε, ὡς μηδὲν αὐτῶν κατατάξαι ἐν τῇ τῶν ἀγαθῶν μερίδι;

ὀλυμπίου καὶ οὐρανίου ταῦτα ψυχῆς τὰ μεγάλα τολμήματα τὸν μὲν περίγειον χῶρον ἀπολελοιπυίας, ἀνειλκυσμένης δὲ καὶ μετὰ τῶν θείων φύσεων διαιτωμένης· θέας γὰρ ἐμπιπλαμένη τῶν γνησίων καὶ ἀφθάρτων ἀγαθῶν

εἰκότως τοῖς ἐφημέροις καὶ νόθοις ἀποτάττεται. τί οὖν ὄφελος παρελθεῖν πάντα τὰ θνητῶν θνητὰ ἀγαθά, παρελθεῖν δὲ μὴ σὺν ὀρθῷ λόγῳ, ἀλλ’ ὡς ἔνιοι δι’ ὄκνον ἢ ῥᾳθυμίαν ἢ ἀπειρίαν ἐκείνων; οὐ γὰρ πανταχοῦ πάντα, ἄλλα δὲ παρ’ ἄλλοις τετίμηται.

τούτου χάριν βουλόμενος τὸ μετ’ ὀρθότητος λόγου καταφρονητικοὺς τῶν εἰρημένων γενέσθαι παραστῆσαι τῷ „παρελεύσομαι“ προστίθησι τὸ „διὰ τῆς γῆς σου“· τοῦτο γὰρ τὸ ἀναγκαιότατον ἦν, γενομένους ἐν ἀφθόνοις τῶν φαινομένων ἀγαθῶν ὕλαις ἁπάσαις ὑπὸ μηδενὸς τῶν προβληθέντων [*](1 τὰ τῶ ΜΗΡ: τὰ τοῦ UF, ὑφ’ οὗ AG 2 λέγειν GUFH: λέγει MAP post γῆς add. εἶναι Α 5 ὄντα secl. Cohn δυνήσεσθε H2: δυνήσεσθαι ceteri ἄρα τὴν] αὐτήν U, ἄρα τῆς F πρόσωπον L 6 ὁρμὴν om. F, ὀργὴν Α καὶ] τε καὶ G μὲν] μὴ L τοῦ om. Η 7 ἕξεις Α ἀποστραφήσεσθαι U (H1?) 9 τοῖς] τὰς HL1 πολλοῖς om. Α 10 ἀντικαταλλάττονται GUFH2: καταλλάττονται MAH1P πάντες P 11 ἀπολήψετε AG, καταλείψετε UFL2 αἰσθήσεως UFL2 12 ἀνταγώνιστον Η1Ρ ὅσοις Turn.: ὅσα codd. ὁ om. Α 13 prius ἡ] ἦν Α ὁτιοῦν] ὅτι ποτὲ UF παραδραμεῖσθαι U 14 αὐτὸν Α ἐν τῆ τῶν ἀγαθῶν κατατάξαι μερίδι UF 15 ψυχῆς ταῦτα GUF τὴν et χώραν G 16 ἀπολωλυίας, sed ωλυί in ras. Α 17 θείας Α 20 ἐκείνων] ἐνίων UFL2 21 δὲ om. UF 22 τὸ] τι τὸ H2, ἔτι v προειρημένων UF 23 τῷ om. UF, τὸ AG τὸ om. G 24 ἣν GUF: om. MAHP γενομένους MAGF: γεναμένους U, γενομένοις ΗΡ 25 πάσαις UF)

v.2.p.89
ὑφ’ ἑκάστης δικτύων ἁλῶναι, πυρὸς μέντοι τὸν τρόπον ἰσχῦσαι ῥύμῃ μιᾷ τὰς ἐπαλλήλους καὶ συνεχεῖς φορὰς διακλάσαι.

διὰ μὲν δὴ τούτων φασὶ „παρελεύσεσθαι“, διὰ δὲ „ἀγρῶν καὶ ἀμπελώνων“ οὐκέτι· τὰ γὰρ ἥμερα ἐν ψυχῇ φυτὰ ἡμέρους ἀποτίκτοντα καρπούς, ἀστείους μὲν λόγους, ἐπαινετὰς δὲ πράξεις, ὠγύγιος εὐήθεια παρέρχεσθαι· μένειν γὰρ ἔδει καὶ δρέπεσθαι καὶ ἀπλήστως ἐμφορεῖσθαι· κάλλιστον γὰρ ἡ ἐν ἀρεταῖς τελείαις ἀκόρεστος εὐφροσύνη, ἧς οἱ λεχθέντες ἀμπελῶνες σύμβολα.

οἷς δ’ ὁ θεὸς ἐπινίφει καὶ ἐπομβρεῖ τὰς ἀγαθῶν πηγὰς ἄνωθεν, ἐκ λάκκου πίνομεν καὶ βραχείας [καὶ] κατὰ γῆς λιβάδας ἀναζητοῦμεν, ὕοντος ἡμῖν ἀνεπισχέτως οὐρανοῦ τὴν νέκταρος καὶ ἀμβροσίας τῶν μεμυθευμένων ἀμείνω τροφήν;

ἔτι δὲ ποτὸν τεθησαυρισμένον ἐξ ἐπιτεχνήσεως ἀνθρώπων ἐξανιμῶντες ὑπόδρομον καὶ καταφυγὴν δυσελπιστίας ἔργον προσιέμεθα, οἷς τὸν ὀλύμπιον θησαυρὸν εἰς χρῆσιν καὶ ἀπόλαυσιν ὁ σωτὴρ τοῦ παντὸς ἤνοιξεν; εὔχεται γὰρ Μωυσῆς ὁ ἱεροφάντης, ἵνα „ἀνοίξῃ κύριος ἡμῖν τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι ὑετόν“ (Deut. 28,12)· ἐπήκοοι δὲ αἱ τοῦ θεοφιλοῦς εὐχαί.

τί δ’; ὁ μηδ’ οὐρανὸν ἢ ὑετὸν ἢ λάκκον ἢ συνόλως τι τῶν ἐν γενέσει νομίσας ἱκανὸν εἶναι τρέφειν ἑαυτόν, ὑπερβὰς δὲ ταῦτα πάντα καὶ ὃ ἔπαθεν εἰπὼν „ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος“ (Gen. 48,15) ἆρα οὐ δοκεῖ σοι πάντα ὅσα κατὰ γῆς ὕδατος συστήματα μηδ’ ἂν ἀξιῶσαι προσιδεῖν;

οὐκ ἂν οὖν ἐκ λάκκου πίοι, ᾧ δίδωσιν ὁ θεὸς τὰς ἀκράτους [*](1 πυρὸς] πρὸς MAP ἴσχυσε MAP 2 συνεχεῖς καὶ ἐπαλλήλους UF 3 παρελεύσεσθε MAG2 ἀγρῶν UF: δένδρων καὶ ἀγρῶν MG, δένδρων AHP 5 ὠγύγιος om. MAP2, γύγιος U. διωλύγιος coni. Mang. εὐθεῖα U post παρέρχεσθαι add. καὶ Α; καὶ ἀπλήστων ἐμφορεῖσθαι add., sed rursus del. G 6 καὶ τὴν δρέπεσθαι A, καὶ τρέφεσθαι UF ἀπλήστων AG κάλλιστον UF: κάλλιστος ceteri 8 ὁ om. UF ἐπιφαίνει UF ἐπομβρεῖ om. Α τῶν ἀγαθῶν UF ἔτι ἐκ conicio 9 πίνομεν MGUPH1: ἐπίνομεν FL2, πίνωμεν Α, πίωμεν H2L1 καὶ seclusi λιβάδος AP ἀναζητοῦμεν MG, mg. Α, Η1: ἄν ἐζητοῦμεν text. AP ἐ in ras. P), ἀνζητοῦμεν UFL2, ἀναζητῶμεν H1L1 ὕοντος] οὕτως Α 13 προιέμεθα G οἷς] ἧς Α 14 ἤνοιξε κύριος G Μωυσῆς UF: Μώσης ceteri 15 αὐτὸν U τὸν ἀγαθὸν F: ἀγαθὸν U, om. ceteri οὐρανὸν MAP: οὐράνιον ceteri 16 δοῦναι] καὶ δώσῃ G post δοῦναι add. ἡμῖν τὸν GH2 post ὑετὸν add. αὐτοῦ GH2 ὑπήκοοι AD 17 μὴ AUF ἡ post οὐρανὸν om. Α οὐράνιον ὑετὸν coni. Mang. λάκκον Mang.: λόγον codd. 19 εἶπον U 20 πάνθ’ GH ὅσα—ἀξιῶσαι mg. P, κατὰ—ἀξιῶσαι mg. H ἀξιώσῃ AP 21 οὐκ codd.: οὐδὲ v πίη Α, πίει F ᾧ] ὃ AL ἀκροτάτους U, ἀκράτου v) [*](16 D R fol. 144v Φίλωνος: σοφοῦ ἀνδρὸς καὶ θεοφιλοῦς εὐχαὶ ὑπήκοοι.)

v.2.p.90
μεθύσματος πόσεις, τοτὲ μὲν διά τινος ὑπηρετοῦντος τῶν ἀγγέλων, ὃν οἰνοχοεῖν ἠξίωσε, τοτὲ δὲ καὶ δι’ ἑαυτοῦ, μηδένα τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος μεταξὺ τιθείς.

ἀνυπερθέτως οὖν τῇ βασιλικῇ πειρώμεθα βαδίζειν ὁδῷ, οἱ τὰ γήινα παρέρχεσθαι δικαιοῦντες· βασιλικὴ δ’ ἐστὶν ὁδός, ἧς δεσπότης ἰδιώτης μὲν οὐδὲ εἷς, μόνος δὲ ὁ καὶ μόνος βασιλεὺς ἀληθείᾳ.

αὕτη δ’ ἐστί, καθὰ καὶ μικρῷ πρότερον εἶπον, σοφία, δι’ ἧς μόνης ἱκέτισι ψυχαῖς ἡ ἐπὶ τὸν ἀγένητον καταφυγὴ γίνεται· εἰκὸς γὰρ τὸν δι’ ὁδοῦ τῆς βασιλικῆς ἀκωλύτως ἰόντα μὴ πρότερον καμεῖν ἢ ἐντυχεῖν τῷ βασιλεῖ.