Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

πηλίκον γάρ τινα εἰκὸς γενέσθαι τὸν ἄξιον χάριτος κριθησόμενον παρὰ θεῷ; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μόλις ἂν καὶ σύμπαντα τὸν κόσμον τούτου λαχεῖν· καίτοι τό γε πρῶτον καὶ μέγιστον καὶ τελεώτατον τῶν θείων ἔργων ἐστὶν οὗτος.

μήποτ’ οὖν ἄμεινον ἂν εἴη ἐκδέχεσθαι τοῦτο, ὅτι ζητητικὸς καὶ πολυμαθὴς γενόμενος ὁ ἀστεῖος ἐν οἷς ἅπασιν ἐζήτησε τοῦθ’ εὗρεν ἀληθέστατον, χάριν ὄντα θεοῦ τὰ πάντα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἥλιον, ἀστέρας, οὐρανόν, ζῷα καὶ φυτὰ σύμπαντα. κεχάρισται δὲ ὁ θεὸς αὑτῷ μὲν οὐδέν — οὐδὲ γὰρ δεῖται —, κόσμον δὲ κόσμῳ καὶ τὰ μέρη ἑαυτοῖς τε καὶ ἀλλήλοις, ἔτι δὲ τῷ παντί.

οὐδὲν δὲ κρίνας ἄξιον χάριτος ἄφθονα καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι δεδώρηται τὰ ἀγαθά, ἀλλ’ ἀπιδὼν εἰς τὴν ἀίδιον ἀγαθότητα καὶ νομίσας ἐπιβάλλον τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει ἑαυτοῦ τὸ εὐεργετεῖν. ὥστε εἴ τίς μ’ ἔροιτο, τίς αἰτία γενέσεως κόσμου, μαθὼν παρὰ Μωυσέως ἀποκρινοῦμαι, ὅτι ἡ τοῦ ὄντος ἀγαθότης, ἥτις ἐστὶ πρεσβυτάτη τῶν * * * χαρίτων οὖσα ἑαυτῇ.