Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

καὶ τοὺς τὰς ὀλιγοχρημάτους παρακαταθήκας ἀποδιδόντας ἐπὶ θήρᾳ στερήσεως μειζόνων εἴποις ἂν πίστει διαφέρειν, οἳ καὶ ὅτε ἀπέδοσαν πολλὰ τὴν ἔμφυτον ἀπιστίαν ἐβιάσαντο, ὑφ’ ἧς μήποτε παύσαιντο κατακεντούμενοι;

θεραπείαν δὲ ὅσοι τοῦ μόνου σοφοῦ νόθον ἐπετήδευσαν, ὥσπερ ἐπὶ σκηνῆς ἱεροπρεπεστάτης ἄχρι τοῦ μόνον ἐπιδείξασθαι τοῖς συνεληλυθόσι θεαταῖς προαίρεσιν ἐνδύντες βίου, βωμολοχίαν πρὸ εὐσεβείας ἐν τῇ ψυχῇ φέροντες, οὐχ αὑτοὺς ὥσπερ ἐπὶ τροχοῦ κατατείνουσι καὶ βασανίζουσιν ἀναγκάζοντες ἐπιμορφάζειν ψευδῶς, ἃ πρὸς ἀλήθειαν μὴ πεπόνθασι;

τοιγάρτοι βραχὺν χρόνον ἐπισκιασθέντες διὰ τῶν δεισιδαιμονίας συμβόλων, ἣ κώλυσις μέν ἐστιν ὁσιότητος, μεγάλη δὲ καὶ τοῖς ἔχουσι καὶ τοῖς συνιοῦσι ζημία, εἶτ’ αὖθις ἀπαμφιασάμενοι τὰ περίαπτα γυμνὴν ἐπιδείκνυνται τὴν ὑπόκρισιν καὶ τότε ὥσπερ οἱ ξενίας ἁλόντες νοθεύονται τῇ μεγίστῃ πόλεων ἀρετῇ μηδὲν προσήκοντας ἑαυτοὺς παρεγγράψαντες. τὸ γὰρ βίαιον ὀλιγοχρόνιον, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα παρὰ τὸ βαιὸν εἰρημένον· βαιὸν δὲ τὸ ὀλιγοχρόνιον ἐκάλουν οἱ

παλαιοί. τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν παρὰ κυρίῳ τῷ θεῷ“, διαπορητέον. ἆρ’ οὖν τοιοῦτόν ἐστι τὸ δηλούμενον, ὅτι χάριτος ἔτυχεν, ἢ ὅτι χάριτος ἄξιος ἐνομίσθη; ἀλλὰ τὸ μὲν πρότερον οὐκ εἰκὸς [*](1 ἐδίωξαν MA σιίρεως Α, σιὴρ ἕως U, σηιερέως F ἑρμᾶ G: ἐρεμᾶ MHP, ἠρέμ’ Α, ὅρμα UF 2 ἔχοντας om. F ἀντιλήψεις UF 2. 3 λήψεις ἐπιβιαζόμενοι G 3 μόνου L 5 μὴ add. Mang. αὐτοῖς codd. τὸ] τὸν F 6 τὸ ante μὴ add. MAP 6 πρὸ F τε GUF: om. ceteri 8 μειζόνως F διαφέρον U ὅτε MAG: ὅταν HP, ὅτε δὴ UF 9 ἀπέδωσαν Α, ἔδοσαν UF 9. 10 παύσοιντο ΜL2 10 νόθην UF, νόον Α 11 ἱεροπρεπεστάτου τὴν G, ἱεροπρεπεστάτην coni. Mang. 12 πρὸς αἵρεσιν F εὐσεβοῦς βίου conicio 13 πρὸς AF1 πρὸς G αὐτοὺς Α 14. 15 ἁ πρὸς ἀλήθειαν μὴ πεπόνθασι scripsi: post ἀλήθειαν πεπόνθασι M, ἐπ’ ἀληθεία πεπόνθασι AG, ἐπ’ ἀληθεία πεπονθόσι UF, ἀληθεία πεπόνθασι H1P, ἀληθεία H2L πεπονθόσι add. mg. L), #x003E; ἐπ’ ἀληθείας πεπονθότες coni. Cohn 15 ἀλήθειαν; τοιγάρτοι Mang. 16 κώλυσις Benzelius: κόλασις codd., κόλουσις Cohn et ego coniecimus 17 περίοπτα G 18 ἐπιδείκνυται G 19 μηδενὶ UF 19. 20 γράψαντες UF 20 βιβλίον Α 20. 21 ὡς—ὀλιγοχρόνιον om. AL (ὡς—βαιὸν δὲ add. in mg. L) 21 παρὰ βιὸν H1P βίαιον G βίαιον G 22 τῶ om. MA 23 τί post οὖν add. UF 24. 79,1 post ὑπονοεῖν add. ἐστι G)

v.2.p.79
ὑπονοεῖν· τί γὰρ αὐτῷ πλέον δεδώρηται πάντων, ὡς ἔπος εἰπεῖν, ὅσα οὐ συγκέκριται μόνον, ἀλλὰ καὶ στοιχειώδεις ἁπλαῖ φύσεις εἰσί, χάριτος ἠξιωμένων θείας;

τὸ δ’ ὕστερον ἔχει μέν τινα οὐκ ἀνάρμοστον λόγον, κρίνοντος τοῦ αἰτίου δωρεῶν ἀξίους τοὺς τὸ θεῖον ἐν ἑαυτοῖς νόμισμα, τὸν ἱερώτατον νοῦν, αἰσχροῖς ἐπιτηδεύμασι μὴ διαφθείροντας, ἴσως δὲ οὐκ ἀληθῆ.

πηλίκον γάρ τινα εἰκὸς γενέσθαι τὸν ἄξιον χάριτος κριθησόμενον παρὰ θεῷ; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μόλις ἂν καὶ σύμπαντα τὸν κόσμον τούτου λαχεῖν· καίτοι τό γε πρῶτον καὶ μέγιστον καὶ τελεώτατον τῶν θείων ἔργων ἐστὶν οὗτος.

μήποτ’ οὖν ἄμεινον ἂν εἴη ἐκδέχεσθαι τοῦτο, ὅτι ζητητικὸς καὶ πολυμαθὴς γενόμενος ὁ ἀστεῖος ἐν οἷς ἅπασιν ἐζήτησε τοῦθ’ εὗρεν ἀληθέστατον, χάριν ὄντα θεοῦ τὰ πάντα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἥλιον, ἀστέρας, οὐρανόν, ζῷα καὶ φυτὰ σύμπαντα. κεχάρισται δὲ ὁ θεὸς αὑτῷ μὲν οὐδέν — οὐδὲ γὰρ δεῖται —, κόσμον δὲ κόσμῳ καὶ τὰ μέρη ἑαυτοῖς τε καὶ ἀλλήλοις, ἔτι δὲ τῷ παντί.

οὐδὲν δὲ κρίνας ἄξιον χάριτος ἄφθονα καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι δεδώρηται τὰ ἀγαθά, ἀλλ’ ἀπιδὼν εἰς τὴν ἀίδιον ἀγαθότητα καὶ νομίσας ἐπιβάλλον τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει ἑαυτοῦ τὸ εὐεργετεῖν. ὥστε εἴ τίς μ’ ἔροιτο, τίς αἰτία γενέσεως κόσμου, μαθὼν παρὰ Μωυσέως ἀποκρινοῦμαι, ὅτι ἡ τοῦ ὄντος ἀγαθότης, ἥτις ἐστὶ πρεσβυτάτη τῶν * * * χαρίτων οὖσα ἑαυτῇ.

παρατηρητέον δ’ ὅτι τὸν μὲν Νῶέ φησιν εὐαρεστῆσαι ταῖς τοῦ ὄντος δυνάμεσι, κυρίῳ τε καὶ θεῷ (Gen. 6, 8), Μωυσῆν δὲ τῷ δορυφορουμένῳ πρὸς τῶν δυνάμεων καὶ δίχα αὐτῶν κατὰ τὸ εἶναι μόνον νοουμένῳ· λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅτι „εὕρηκας χάριν παρ’ ἐμοὶ“ (Exod. 33, 17) [*](2 συγκεκρότηκε G, συγκεκρότηται UF καὶ om. AUF στοιχειώδους Α 3 ἠξιωμένων Turn.: ἠξιωμέναι codd. 4 δώρων HP αὐτοῖς AUF 5 τὸν] τοὺς AP μὴ om. P διαφθείροντες F 6 ἀληθῶς AG πηλίκον] ποικίλον P 7 τῷ θεῶ G ἄν καὶ σύμπαντα GUFH2: ἄν πάντα MAH1P τὸν om. UF 8 τοῦτον Α τοι om. Α τό om. G γε] τε UF 8. 9 τελειότατον F 9 οὗτός ἐστιν HP εἴη om. P 10 ζητικὸς H1P 11 τὰ σύμπαντα GF 13 δὲ om. Α ὁ θεὸς post οὐδὲν transpos. UF 13 αὑτῶ H2: ἑαυτῶ GF, αὐτῶ ceteri 15 οὐδέ κρίνας U χάριτος ἄξιον UF γὰρ post ἄφθονα add. HP καὶ prius om. HP τοῖς om. MAH1P (hab. L) 16 ἀλλὰ MG 17 ἐπιβάλλον] ἐπεὶ βέλτιον Α 18 με GUF κόσμων U μαθέτω G τὸ ante παρὰ add. Α 19 Μωυσέως U: Μώσεως MAF, Μωυσέος GHP ἀποκρινομένου AG ἥτις om. v 20 πρεσβυτάτη τῶν θεοῦ δυνάμεων, τῶν χαρίτων οὖσα πηγή conicio ἑαυτῇ] αἰτία vel αὐτοῦ coni. Mang. 21. 22 κυρίου τε καὶ θεοῦ 22 Μωυσῆν UF: Μωσῆν ceteri τὸν δορυφορούμενον U 23 λέγει coni. Cohn 24 τοῦ om. H)

v.2.p.80
δεικνὺς ἑαυτὸν τὸν ἄνευ παντὸς ἑτέρου.

οὕτως ἄρα τὴν μὲν κατὰ Μωυσῆν ἄκραν σοφίαν ἀξιοῖ χάριτος ὁ ὢν αὐτὸς δι’ ἑαυτοῦ μόνου, τὴν δὲ ἀπεικονισθεῖσαν ἐκ ταύτης δευτέραν καὶ εἰδικωτέραν οὖσαν διὰ τῶν ὑπηκόων δυνάμεων, καθ’ ἃς καὶ κύριος καὶ θεός, ἄρχων τε καὶ εὐεργέτης ἐστίν.

ἕτερος δέ τις φιλοσώματος καὶ φιλοπαθὴς νοῦς πραθεὶς τῇ ἀρχιμαγείρῳ (Gen. 39, 1) τοῦ συγκρίματος ἡμῶν ἡδονῇ καὶ ἐξευνουχισθεὶς τὰ ἄρρενα καὶ γεννητικὰ τῆς ψυχῆς μέρη πάντα, σπάνει κεχρημένος καλῶν ἐπιτηδευμάτων, ἀκοὴν παραδέξασθαι θείαν ἀδυνατῶν, ἐκκλησίας τῆς ἱερᾶς ἀπεσχοινισμένος (Deut. 23, 1), ἐν ᾗ [σύλλογοι καὶ] λόγοι περὶ ἀρετῆς ἀεὶ μελετῶνται, εἰς μὲν τὸ δεσμωτήριον τῶν παθῶν εἰσάγεται, χάριν δὲ εὑρίσκει τὴν ἀτιμίας ἀδοξοτέραν παρὰ τῷ ἀρχιδεσμοφύλακι (Gen. 39, 20. 21).

δεσμῶται μὲν γὰρ κυρίως εἰσὶν οὐχ οὓς ἐν δικαστηρίῳ καταδικασθέντας ὑπὸ κλήρῳ ἀρχόντων ἢ καὶ χειροτονηθέντων δικαστῶν ἀπάγουσί τινες εἰς ἀποδεδειγμένον χῶρον κακούργων, ἀλλ’ ὧν ἡ φύσις κατεδίκασε ψυχῆς τρόπων, οἵτινες ἀφροσύνης καὶ ἀκολασίας καὶ δειλίας καὶ ἀδικίας καὶ ἀσεβείας καὶ ἄλλων ἀμυθήτων κηρῶν γέμουσιν.

ὁ δὲ ἐπίτροπος καὶ φύλαξ καὶ ταμίας τούτων, ὁ ἡγεμὼν τοῦ δεσμωτηρίου, σύστημα καὶ συμφόρημα κακιῶν ἀθρόων καὶ ποικίλων εἰς ἓν εἶδος συνυφασμένων ἐστίν, ᾧ τὸ εὐαρεστῆσαι μεγίστη ζημία· ἣν οὐχ ὁρῶντες ἔνιοι, ἀπατώμενοι δὲ περὶ τὸ βλάπτον ὡς ὠφελοῦν, προσίασί τε αὐτῷ μάλα γεγηθότες καὶ δορυφοροῦσιν, ἵν’ ὕπαρχοι καὶ διάδοχοι φυλακῆς ἁμαρτημάτων ἀκουσίων τε καὶ ἑκουσίων πιστοὶ κριθέντες γένωνται.

ἀλλὰ σύ γε, ὦ ψυχή, τὴν δεσποτείαν καὶ ἡγεμονίαν ταύτην ἀργαλεωτέραν τῆς ἐπαχθοῦς δουλείας νομίσασα, μάλιστα μὲν ἀδέσμῳ καὶ λελυμένῃ καὶ ἐλευθέρᾳ χρῆσαι προαιρέσει τοῦ βίου·

ἂν δ’ ἄρα ἀγκιστρευθῇς ὑπὸ πάθους, δεσμῶτις [*](1 δεικνύντος conioio αὐτὸν coni. Cohn οὕτως] ὄντως AGH2 ἄρα] ἔτι F 2 Μωσῆν MAHP ὁ om. Α 3 ἰδικωτέραν MAG 4 δυνάμεων ὑπηκόων ὑπηκόῳ Α) AUF καθ’ ἃς GUF: καθὰ MAPH1, καθὸ Η2 ὁ κύριος HP 5 πραθεὶς om. Α 7 τῆς om. F 9 ἱερωτάτης G 9. 10 σύλλογοι καὶ seclusit Cohn, διάλογοι καὶ conicio 10 ante μὲν ras. HP 13 οὓς] ὡς G1 κλήρων conicio 14 καὶ om. UF χωρίον UF 15 ὧν] ὃν AU τρόπον AU οἵτινες M: οἷά τινες ceteri 15. 16 ἀφροσύνης om. v 16 καὶ addidi καὶ δειλίας om. UF καὶ ante ἀσεβείας om. MGUF, ante ἄλλων GUF καὶ ἀσεβείας om. HP 17 κηρῶν] πονηριῶν Α, sed πονηρι in ras. 18 ὁ om. UFP 19 συνυφασμένον HP ᾧ] ὡς U 20 μεγάλη F 21. 22 δορυφοροῦντες P 22 ἶνα GUF ἀκουσίους Α 22. 23 τε καὶ om. Α 23 καὶ post ἀλλὰ add. UF, καὶ corr. ex ἀλλὰ L2 25 νομίσας U ἀθέσμῳ UF λελυμένῃ καὶ om. H 26 δεσμώτης U)

v.2.p.81
μᾶλλον ἢ εἱρκτοφύλαξ ὑπόμεινον γενέσθαι· κακωθεῖσα μὲν γὰρ καὶ στενάξασα ἔλεον εὑρήσεις, σπουδαρχίαις δὲ καὶ λιμοδοξίαις ὑποβαλοῦσα σαυτὴν ἡδὺ κακὸν τὸ εἱρκτοφυλακεῖν καὶ μέγιστον ἀναδέξῃ, ὑφ’ οὗ γενήσῃ πάντα ἀγώγιμος τὸν αἰῶνα.

τὰς μὲν οὖν παρὰ τοῖς ἀρχιδεσμοφύλαξιν εὐαρεστήσεις ἀνὰ κράτος ἀπόθου, τῶν δὲ παρὰ τῷ αἰτίῳ διαφερόντως μετὰ σπουδῆς τῆς ἁπάσης ἐφίεσο. ἐὰν δ’ ἄρα ἀδυνατῇς — ὑπερβάλλον γὰρ τὸ τοῦ ἀξιώματος μέγεθος —, ἴθι ἀμεταστρεπτὶ πρὸς τὰς δυνάμεις αὐτοῦ καὶ τούτων ἱκέτις γενοῦ, μέχρις ἂν ἀποδεξάμεναι τὸ συνεχὲς καὶ γνήσιον τῆς θεραπείας ἐν τῇ τῶν εὐαρεστησάντων αὐταῖς κατατάξωσι χώρᾳ, καθάπερ καὶ τὸν Νῶε, οὗ τῶν ἐγγόνων θαυμαστότατον καὶ καινότατον πεποίηται τὸν κατάλογον·

φησὶ γάρ· „αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ θεῷ εὐηρέστησε Νῶε“ (Gen. 6, 9). τὰ μὲν γὰρ τοῦ συγκρίματος γεννήματα πέφυκεν εἶναι καὶ αὐτὰ συγκρίματα· ἵπποι γὰρ ἵππους καὶ λέοντες λέοντας καὶ βόες ταύρους, ὁμοίως δὲ καὶ ἄνθρωποι ἀνθρώπους ἐξ ἀνάγκης γεννῶσι·

διανοίας δὲ ἀγαθῆς οὐ τὰ τοιαῦτα οἰκεῖα ἔγγονα, ἀλλ’ αἱ προειρημέναι ἀρεταί, τὸ ἄνθρωπον εἶναι, τὸ δίκαιον εἶναι, τὸ τέλειον εἶναι, τὸ θεῷ εὐαρεστῆσαι· ὅπερ ἐπειδὴ καὶ τελεώτατον ἦν καὶ ὅρος τῆς ἄκρας εὐδαιμονίας, ἐφ’ ἅπασιν εἴρηται.

γένεσις δὲ ἡ μὲν ἀγωγὴ καὶ ὁδός τίς ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι — ταύτῃ φυτά τε καὶ ζῷα ἐξ ἀνάγκης ἀεὶ χρῆσθαι πέφυκεν —, ἑτέρα δ’ ἐστὶν ἡ ἐκ βελτίονος γένους εἰς ἔλαττον εἶδος μεταβολή, ἧς μέμνηται ὅταν φῇ· „αὗται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν τὰ πρόβατα, ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλᾶς καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν πατρὸς αὐτοῦ“ (Gen. 37, 2)·

ὅταν γὰρ ὁ ἀσκητικὸς καὶ φιλομαθὴς οὗτος λόγος ἀπὸ [*](2 ἔλαιον M πολυαρχίαις UF δὲ] τὲ Α ὑποβάλλουσα Η 3 ἑαυτὴν UF ἡδὺ] εἰ δὲ Α 4 αἰῶνα] ἕνον text. Η (mg. αἰῶνα) et fort. P1 5 δεσμοφύλαξιν AUF G αἰτίω MHP1L1: ἀστείω AGUFL2, ἀστίω mg. P2 διαφερόντων Α σπουδῆς τῆς ἁπάσης UFP: σπουδῆς τῆς πάσης MAG, πάσης σπουδῆς Η ἐφίεσθαι G, ἀφίεσο Α 8 αὐτοῦ om. H οἰκέτις Α, ἱκέτης PL 9 ὑποδεξάμναι Α 10 σε χώρᾳ conicio καθὰ UF οὗ] οὐ AUF 10. 11 τὸν ἔγγονον UF 11 θαυμαστότατα καὶ καινότατα P 12 ὢν] ἦν UFL 14 συγκρίματα πέφυκεν F 17 ἔκγονα conicio 18 εἶναι alterum om. UF τὸ] τῶ AG ἐπειδὴ εἰ καὶ UF 19 τῆς AU: τις ceteri ἄκρος P 20 δ’ ἐστὶν MAG: δέ ἐστιν ceteri 22 μεταβολῆς G ἧς] ὧν Α 23 δὲ om. F ἑπτὰ καὶ δέκα UF 24 δὲ ante μετὰ ΡΗ1 ὦν U 24.25 νέος σὺν υἱοῖς βελλᾶς καὶ υἱοῖς ζεαφᾶς (sic) γυναικῶν UF τοῦ πατρὸς G 26 οὗτος ante καὶ transpos. Η ὁ λόγος P)

v.2.p.82
τῶν θειοτέρων ἐννοημάτων εἰς ἀνθρωπίνας καὶ θνητὰς δόξας καταβιβασθῇ, ὁ τοῦ σώματος καὶ τῶν περὶ αὐτὸ χορευτὴς Ἰωσὴφ εὐθὺς ἀπογεννᾶται, νέος ὢν ἔτι, κἂν μήκει χρόνου πολιὸς γένηται, πρεσβυτέρας οὔτε γνώμης οὔτε ἀκοῆς εἰσάπαν ἐπῃσθημένος, ἣν οἱ Μωυσέως θιασῶται κατασταθέντες κτῆμα καὶ ἀπόλαυσμα ὠφελιμώτατον ἑαυτοῖς τε καὶ τοῖς ἐντυγχάνουσιν εὕραντο.