Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὁρῶντα καὶ τοῖς ἀδύτοις αὐτῆς ἐμπεριπατοῦντα. τῆς μέντοι θεοφιλοῦς ψυχῆς δεῖγμα ἐναργέστατόν ἐστι καὶ τὸ ᾆσμα, ἐν ᾧ περιέχεται τὸ „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5)· καίτοι γε ἑνός ἐστι μήτηρ τοῦ Σαμουὴλ ἡ λέγουσα.

πῶς οὖν ἑπτὰ τετοκέναι φησίν, εἰ μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει, οὐ μόνον ἐν ἀριθμοῖς, ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς; ὁ γὰρ τεταγμένος μόνῳ θεῷ Σαμουήλ, ἄλλῳ δὲ τὸ παράπαν συνιὼν μηδενί, κατὰ τὸ ἓν καὶ τὴν μονάδα, τὸ [*](1 ὅτι μὴ] ἡ HP, εἰ μὴ D δοθέντων ἡμῖν D 2 χρῄζων δὲ οὐδενὸς κελεύει D 3 αὑτῶ M: αὐτῶ ceteri τὰ ἑαυτοῦ D αὐτοῦ DC): om. codd. 4 εὐχαριστητικῶς MH1P,Dc in mg.: εὐχαριστικῶς ceteri D καὶ τιμητικῶς ἔχειν (om. αὐτοῦ) D 5 καθαρεύσομεν F: καθαρεύσωμεν ceteri D 6 ἐννοίαις scripsi (an διανοίαις, διανοήσεσι?): ὀνείδεσι MAGHP, εἴδεσι UF, νοήμασι vel νοήσεσι coni. Cohn νομιζόμενα ante ἱερὰ add. G 7 λουσάμενος πρότερον UF φαιδρύνεται AU 8 δὲ om. U ἔτι om. Η1P, ἐπὶ Η2 10 πεποίηται UF: πεποίηνται ceteri κατ’ αὐτὸ UF 10. 11 ἀλλ’ ὅμως καθιδρυμένον ὃν ἄψυχον UF, mg. L καθιδρυμένον delevi): om. ceteri 12 ὑπομένει U, ὑπομεῖναι Α 13 μετανοήσειν Α 14 τῷ] τὸ AU ἐξεργάσασθαι G, εἰργάσθαι F 15 δυσκατόρθωτος PH1 16 τὸν om. U 17 αὐτοῖς ACP 18 τὸ] τόδε F 19 ἡ δὲ] καὶ ἡ Α 21 εἰ—αὐτὴν] ἡ μονὰς ἑβδοματικὴν αὐτὴν UF εἰ μή τι om. Α τι M: τὴν G, τις ceteri 21. 22 νομίζοι HP 23 ἐναρέτου] ἐπ’ ἀρετὴ Α θεῶ μόνω H, μόνῳ om. UF 24 συνεῖναι UF)

v.2.p.59
ὄντως ὄν, κεκόσμηται.

αὕτη δ’ ἡ κατάστασίς ἐστιν ἑβδομάδος, ἀναπαυομένης ἐν θεῷ ψυχῆς καὶ περὶ μηδὲν τῶν θνητῶν ἔργων ἔτι πονουμένης, κατὰ ἀπόλειψιν ἑξάδος, ἣν ἀπένειμε τοῖς τὰ πρωτεῖα λαβεῖν μὴ δυνηθεῖσι, δευτερείων δ’ ἐξ ἀνάγκης μεταποιουμένοις.