De Gigantibus
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
θεοῦ δὲ ἄνθρωποι ἱερεῖς καὶ προφῆται, οἵτινες οὐκ ἠξίωσαν πολιτείας τῆς παρὰ τῷ κόσμῳ τυχεῖν καὶ κοσμοπολῖται γενέσθαι, τὸ δὲ αἰσθητὸν πᾶν ὑπερκύψαντες εἰς τὸν νοητὸν κόσμον μετανέστησαν κἀκεῖθι ᾤκησαν ἐγγραφέντες ἀφθάρτων καὶ ἀσωμάτων ἰδεῶν πολιτείᾳ.
ὁ γοῦν Ἀβραὰμ μέχρι μὲν διατρίβων ἦν ἐν τῇ Χαλδαίων γῇ τε [*](1 ἰσοχρόνους U 2 καὶ om. UHP 3 γένει ὅλῳ HP 4 ὅτι om. HP 5 ἔχοντας ἴσους U 6 τὰς δυνάμεις Η 2, λύσεις U τῶν] τὸν Η 6. 7 ἑκατὸν καὶ εἴκοσιν U παντὸς ἐξέτασιν βίου U πάντως Η 2 8 αὐτῶν UH1P λέξομεν U 10 τις] ὅτι AP τὰ om. U τοῖς om. AU 12 καὶ] κἄν U τοῖς MAU: τῆς PH1, τοῖς τῆς H 2 παρ᾿ ὃ UH 13 εὐδοκίμους U: οὐ δοκίμους MA, δοκίμους PH1, τὰς δοκίμους H 2 14 ἑαυτὸν U τἀληθοῦς U 16 οὑν UH 2: om. ceteri περὶ γιγάντων οὐδέγα U 17 δὲ πάντως ἐκεῖνο U 18 θηρευτικοὶ codd.: θηρευταὶ Mang. „ex Mss.“ (??) 21 τῶν] τὸν Α Turn. ἁπάσας om. U 23 τε] δὲ U 24 αὑτόν H 2: αὐτόν ceteri 25 τῆς ἐν κόσμω U 27 καὶ add. Mang. σωμάτων ἰδέαις ὁ U 28 διατρίβων ἦν] διέτριβεν conicio ἦν om. Α)
ὅταν δὲ βελτιωθεὶς μέλλῃ μετονομάζεσθαι, γίνεται ἄνθρωπος θεοῦ κατὰ τὸ χρησθὲν αὐτῷ λόγιον „ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος“ (Gen. 17,1).
εἰ δ’ ὁ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ. καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, ὁ τοῦ σπουδαίου λογισμός· ἐξειλεγμένος τε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ φωνῆς ᾗ συνηχοῦμεν. ὁ δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος,
ἐπὶ μηδέτερα ἀποκλίνων καὶ ἐκτρεπόμενος. οἱ δὲ γῆς παῖδες τὸν νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι καὶ μεταλλοιώσαντες εἰς τὴν ἄψυχον καὶ ἀκίνητον σαρκῶν φύσιν — „ἐγένοντο γὰρ οἱ δύο εἰς σάρκα μίαν", ᾗ φησιν ὁ νομοθέτης (Gen. 2, 24) — τὸ ἄριστον ἐκιβδήλευσαν νόμισμα καὶ τὴν μὲν ἀμείνω καὶ οἰκείαν τάξιν ἔλιπον, πρὸς δὲ τὴν χείρω καὶ ἐναντίαν ηὐτομόλησαν ἄρξαντος τοῦ ἔργου Νεβρώδ·
λέγει γὰρ ὁ νομοθέτης, ὅτι „οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς" (Gen. 10,8), ἑρμηνεύεται δὲ Νεβρὼδ αὐτομόλησις· οὐ γὰρ ἐξήρκεσε τῇ παναθλίᾳ ψυχῇ μετὰ μηδετέρων στῆναι, ἀλλὰ προσχωρήσασα τοῖς ἐχθροῖς ὅπλα κατὰ τῶν φίλων ἤρατο καὶ φανερῶς ἀνθεστῶσα αὐτοῖς ἐπολέμει. παρὸ καὶ [*](1 πρὶν ἄν Η Ἀβραάμ U ἢν addidi 2 διερευνῶν EP 4 οἷς] ἧς AU ἐπετήδευσεν MA: ἐπετήδευεν U, ἐπιτετήδευκε Η, ἐπετετήδευκε P τετύχηκεν HP Ἁβραὰμ HP, ἀβραὰμ μὲν U 5 οὐράνια U 6 πάντη U: ceteri πατρὸς U: om. ceteri 7 ἄχρι codd. βελτιωθῇ μέλλει Α 8. 9 λόγιον τὸ δὲ ἐγώ εἰμι ὁ θεός σου· περιπάτει εἰς πρόσωπόν μου καὶ γίνου τέλειος U 9 εὐαρεστήσει Α 10 μόνος—καὶ om. U ὢν MAP: ἦν Η, αὖ Mang. καὶ ante αὐτοῦ om. Α 11 θεοῦ MU: θεὸς AHP 12 ἢ χοῦς M 13 καὶ ante πατὴρ om. Α πατρὸς U 14 ἑνὶ μόνω U: ἐπιμόνῳ ceteri 15 θεῷ H 2: θεοῦ MAPH1, om. U οὐ γένος ὀπαδὸς U γενόμενος Turn. 16 χρώμενος τῶ ὄντι HP μόνου] νοῦ M 18 ἐκβιβάζοντες U μεταλλοιώσαντες scripsi: μεταλλεύσαντες MHP, μεταλλεύοντες U, μεταβάλλοντες Α, αὐτομολήσαντες coni. Mang. 20 ᾖ] οἲ A, ὥς L1 21 οἰκείαν καὶ ἀμείνω ΗP 25 μετὰ ἑτέρων Α 26 ἤρξατο Η ἀνθεστῶσ᾿ U παρ’ ὃ Α)
ἀκόλουθον οὖν ἂν εἴη λέγειν, ὅτι κατὰ τὸν ἱερώτατον Μωυσέα ὁ μὲν φαῦλος, ὥσπερ ἄοικος καὶ ἄπολις καὶ ἀνίδρυτος καὶ φυγάς, οὕτως καὶ αὐτόμολος, ὁ δὲ σπουδαῖος βεβαιότατος σύμμαχος. τοσαῦτα εἴς γε τὸ παρὸν ἀρκούντως περὶ τῶν γιγάντων εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τοῦ λόγου τρεψώμεθα. ἔστι δὲ ταῦτα·
[*](1 τὴν ἀρχὴν Turn. Βαβυλὼν HP 2 συγγενὲς scripsi: συγγενὴς codd. ὄνομα om. U 2. 3 ἔργω ἔργον UP 3. 4 πρὸ οὐ μιᾶς γνώμης μεταβολὴν καὶ μετάθεσιν U 4 οὖν addidi Μωσέα MAHP 5 ὥσπερ—φυγάς om. U οὕτως] ὄντως U G σπουδαιότατος L εἴς] οἷς Α γε om. U 7 ἀρκούντως om. U τῶν om. U 7. 8 αὗθις ἐπὶ τὰ ἀκόλουθα καιρῶ τῶ δεόντι τρεψώμεθα U 8 ἔστι δὲ ταῦτα om. U subscripsit φίλωνος περὶ γίγα τῶν U HP addunt: ἀκολούθῳ (leg. ἀκολουθεῖ) τὸ τὲ Η)· καὶ μετ’ ἐκεῖνο [καὶ], φησίν, ὡς ἂν εἰσεπορεύοντο ex p. 561)