De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

μήποτ’ οὖν πατέρα μὲν τῆς ψυχῆς ἡμῶν τὸν ὀρθὸν λόγον καλεῖ, πρεσβυτέρους δὲ τοὺς ἑταίρους αὐτοῦ καὶ φίλους. οὗτοι τῆς ἀρετῆς τοὺς ὅρους ἐπήξαντο πρῶτοι, πρὸς οὓς ἄξιον φοιτῆσαι μαθήσεως καὶ διδασκαλίας ἕνεκα τῶν ἀναγκαίων. τὰ δ’ ἀναγκαῖα ταῦτα· ὁπότε ὁ θεὸς διένεμε καὶ διετείχιζε τὰ τῆς ψυχῆς ἔθνη τὰ ὁμόφωνα τῶν ἀλλογλώττων διιστὰς καὶ διοικίζων, τούς τε γῆς [*](3 δὲ prius R 5 λόγων U 7 λύραν UR: λύρας Mang. 10 ὥστ’ U: ὥστε R 14 τοῦ] τῶν U 20 θρύψαντος U 21 ἡ scripsi: ἡ U, εἰ Tisch., ᾖ Otto ἔθνη Mang.: ἐθνῶν U ὁ fortasse delendum coni. Holwerda 22 ὤκησεν U, διῴκισεν coni. Mang. κερισμῶ U, ut vid. 23 ἐκείνῳ scripsi: ἑκάστω U, ἕκαστοι Holweida 25 ὅ τι Mang.: οὔτι V 26 ἀνεπιστήμονες Mang.: ἀνεπιστήμονι U 28 αὐτοῦ Mang.: αὐτῶν U 31 τούς τε Cohn: τε τοὺς U, τε del. Tiscb. 2*)

v.2.p.20
παῖδας ἔσπειρε καὶ ἐξετόξευσεν ἀφ’ ἑαυτοῦ, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, τότε τῶν ἀρετῆς ἐκγόνων τοὺς ὅρους ἔστησεν ἰσαρίθμους ἀγγέλοις· ὅσοι γὰρ θεοῦ λόγοι, τοσαῦτα ἀρετῆς ἔθνη τε καὶ εἴδη.

τίνες δ’ αἱ τῶν ἀγγέλων αὐτοῦ λήξεις καὶ τίς ἡ τοῦ παντάρχου καὶ ἡγεμόνος ἀποκεκληρωμένη μοῖρα; τῶν μὲν οὖν ὑπηρετῶν αἱ ἐν εἴδει ἀρεταί, τοῦ δὲ ἡγεμόνος τὸ ἐπίλεκτον γένος Ἰσραήλ· ὁ γὰρ ὁρῶν τὸν θεὸν ὑπὸ ἐκπρεπεστάτου κάλλους ἀγόμενος τῷ ὁρωμένῳ προσκεκλήρωταί τε καὶ μεμέρισται.

πῶς οὖν οὐκ ἐπιπληκτέος Ἰωβήλ, ὃς ἑλλάδι γλώττῃ μεταλλοιῶν καλεῖται τὰς φύσεις τῶν πραγμάτων ἢ μεταποιῶν; τὰ γὰρ φρονήσεως καὶ καρτερίας καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς κάλλη θεοειδέστατα τύποις ἐναντίοις ἀφροσύνης, [καὶ] ἀκρασίας, ἀδικίας, ἁπάσης κακίας μετεχάραττεν ἀφανίζων

τὰ ἐνσημανθέντα πρότερον. αἰεὶ γὰρ ἐπιτεθειμέναι δεύτεραι σφραγῖδες τοὺς τῶν προτέρων τύπους διαφθείρουσιν. ὁ δέ γε νόμος τοσοῦτον δεῖ κακὰ ἀγαθῶν ἐπιτρέπειν ἀντικαταλλάττεσθαι, ὥστ’ οὐδὲ καλὰ πονηρῶν ἐᾷ, πονηρὰ οὐ τὰ φαῦλα παραλαμβάνων — ἐπεὶ τοῦτό γε εὔηθες μὴ προΐεσθαι τὰ κακὰ ὑπὲρ κτήσεως τῶν ἀμεινόνων —, ἀλλὰ τὰ καματηρὰ καὶ ἐπίπονα, ἅπερ Ἀττικοὶ τὴν πρώτην ὀξυτονοῦντες συλλαβὴν καλοῦσι πόνηρα.

ἔστι δὲ τὸ διάταγμα τοιοῦτο· „πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἅγιον τῷ κυρίῳ. οὐκ ἀλλάξεις καλὸν πονηρῷ· ἐὰν δὲ ἀλλάξῃς, αὐτό τε καὶ τὸ ἄλλαγμα ἔσται ἅγια“ (Lev. 27,32 — 33). καίτοι πῶς τό γε πονηρὸν γένοιτ’ ἂν ἅγιον; ἀλλ’, ὅπερ ἔφην, τὸ ἐπίπονον ἀλλ’ οὐ φαῦλον παρείληπται, ὥστε τοιοῦτον εἶναι τὸ δηλούμενον· τέλειον μὲν ἀγαθόν ἐστι τὸ καλόν, ἀτελὲς δὲ ὠφέλιμον πόνος. ἐὰν οὖν τὸ παντελὲς κτήσῃ, μηκέτι ζήτει τὸ ἐνδέον· εἰ δὲ προσυπερβάλλων ἐθελήσεις ἔτι πονεῖν, ἴσθ’ ὅτι δόξεις μὲν ἑνὸς ἓν ἀντικαταλλάττεσθαι, κτήσῃ δὲ πρὸς ἀλήθειαν ἀμφότερα·